154
ἐγὼ δʼ ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβήσομαι. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντας μὲν τοὺς νόμους ὑμῖν, ὡς ἐγὼ νομίζω, σπουδαστέον ὡς κάλλιστʼ ἔχειν, μάλιστα δὲ τούτους διʼ ὧν ἢ μικρὰν ἢ μεγάλην ἔστʼ εἶναι τὴν πόλιν. εἰσὶ δʼ οὗτοι τίνες; οἵ τε τοῖς ἀγαθόν τι ποιοῦσι τὰς τιμὰς διδόντες καὶ οἱ τοῖς τἀναντία πράττουσι τὰς τιμωρίας. εἰ γὰρ ἅπαντες ὡς ἀληθῶς τὰς ἐν τοῖς νόμοις ζημίας φοβούμενοι τοῦ κακόν τι ποιεῖν ἀποσταῖεν, καὶ πάντες τὰς ἐπὶ ταῖς εὐεργεσίαις δωρειὰς ζηλώσαντες ἃ χρὴ πράττειν προέλοιντο, τί κωλύει μεγίστην εἶναι τὴν πόλιν καὶ πάντας χρηστοὺς καὶ μηδένʼ εἶναι πονηρόν;
155
ὁ τοίνυν νόμος οὗτος ὁ Λεπτίνου, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἀδικεῖ, ὅτι τὰς τιμὰς ἀναιρῶν τῶν εὐεργεσιῶν ἀχρεῖον τὴν ἐπιείκειαν τοῖς φιλοτιμεῖσθαι βουλομένοις καθίστησιν, ἀλλʼ ὅτι καὶ παρανομίας δόξαν αἰσχίστην τῇ πόλει καταλείπει. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τῶν τὰ δεινόταθʼ ἡμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημʼ ὑπάρχει διὰ τὸν νόμον, ὃς διαρρήδην λέγει μηδὲ ὡς χρὴ τίμημʼ ὑπάρχειν ἐπὶ κρίσει πλέον ἢ ἕν, ὁπότερον ἂν τὸ δικαστήριον τιμήσῃ, παθεῖν ἢ ἀποτεῖσαι· ἀμφότερα δὲ μὴ ἐξέστω.
156
ἀλλʼ οὐχ οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλʼ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, ἄτιμος ἔστω φησὶ καὶ ἡ οὐσία δημοσία ἔστω. δύο τιμήματα ταῦτα. εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς· ἐὰν δʼ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ. θάνατον λέγει· τοῦτο γάρ ἐστʼ ἐπʼ ἐκείνῳ τοὐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ χαλεπώτερον εἶναι παρʼ ὑμῖν δόξει χάριν εὖ ποιήσαντʼ ἀπαιτεῖν ἢ τὰ δεινότατʼ ἐργαζόμενον ληφθῆναι;
157
αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος, καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονικίᾳ καὶ—τὸ λοιπὸν ἐῶ· τοιούτοις δέ τισιν προσέοιχʼ ὁ γράφων χρῆσθαι. ὑμῖν δʼ οὐχὶ πρέπει τὰ τοιαῦτα μιμεῖσθαι, οὐδʼ ἀνάξια φαίνεσθαι φρονοῦντας ὑμῶν αὐτῶν. φέρε γὰρ πρὸς Διός, τί μάλιστʼ ἂν ἀπευξαίμεθα πάντες, καὶ τί μάλιστʼ ἐν ἅπασι διεσπούδασται τοῖς νόμοις; ὅπως μὴ γενήσονται οἱ περὶ ἀλλήλους φόνοι, περὶ ὧν ἐξαίρετος ἡ βουλὴ φύλαξ ἡ ἐν Ἀρείῳ πάγῳ τέτακται.