Thesauros Edebiyat Hitabet περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
158 ἐν τοίνυν τοῖς περὶ τούτων νόμοις ὁ Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τινʼ αὐτόχειρʼ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστʼ ἄν τινας ᾤετʼ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν, ἀλλʼ ἔθηκεν ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτʼ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρʼ ὑμῖν νόμοις ἐξέσται, χάριν δʼ ἀπαιτεῖν οὔτε δικαίως οὔθʼ ὁπωσοῦν διὰ τὸν τούτου νόμον;
159 μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ὅπως μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶς χάριν ἐξέσται κομίσασθαι ἢ ὅπως μηδεὶς φόνος ἐν τῇ πόλει γενήσεται· ἀλλʼ ἀναμνησθέντες τῶν καιρῶν, παρʼ οὓς εὖ πεπονθότες εὖ πεποιήκατε τοὺς εὑρομένους, καὶ τῆς Δημοφάντου στήλης περὶ ἧς εἶπε Φορμίων, ἐν ᾗ γέγραπται καὶ ὀμώμοται, ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς δώσειν δωρειὰς ἅσπερ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστʼ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.
160 παρὰ πάντα δὲ ταῦτʼ ἐκεῖνʼ ἔτʼ ἀκούσατέ μου. οὐκ ἔνι τοῦτον ἔχειν καλῶς τὸν νόμον, ὃς περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων ταὐτὰ λέγει. μηδένʼ εἶναί φησιν ἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος. καλῶς. μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι. μηδʼ ἂν τοιοῦτοί τινες γένωνται, Λεπτίνη; εἰ τὰ πρὸ τοῦ κατεμέμφου, τί;μὴ καὶ τὰ μέλλοντʼ ᾔδεις;
161 ὅτι νὴ Δία πόρρω τοῦ τι τοιοῦτον νῦν ἐλπίζειν ἐσμέν. καὶ εἴημέν γʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλὰ χρή γʼ ἀνθρώπους ὄντας τοιαῦτα καὶ λέγειν καὶ νομοθετεῖν οἷς μηδεὶς ἂν νεμεσήσαι, καὶ τἀγαθὰ μὲν προσδοκᾶν καὶ τοῖς θεοῖς εὔχεσθαι διδόναι, πάντα δʼ ἀνθρώπινʼ ἡγεῖσθαι. οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτʼ ἤλπισαν εἰς τοιαῦτα πράγματʼ ἀφίξεσθαι, οὐδέ γʼ ἴσως Συρακόσιοι, τὸ πάλαι δημοκρατούμενοι καὶ φόρους Καρχηδονίους πραττόμενοι καὶ πάντων τῶν περὶ αὑτοὺς ἄρχοντες καὶ ναυμαχίᾳ νενικηκότες ἡμᾶς, ὑφʼ ἑνὸς γραμματέως, ὃς ὑπηρέτης ἦν, ὥς φασι, τυραννήσεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi