Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
152 ἐγὼ δὲ πρῶτον μὲν οὐδὲν ἀγεννὲς ὑμῶν καταγιγνώσκω, οὐδʼ ὑπολαμβάνω τιμήσειν οὐδὲν ἐλάττονος τούτῳ ἢ ὅσον καταθεὶς οὗτος παύσεται τῆς ὕβρεως· τοῦτο δʼ ἐστὶ μάλιστα μὲν θάνατος, εἰ δὲ μή, πάντα τὰ ὄντʼ ἀφελέσθαι. ἔπειθʼ ὑπὲρ τῶν τούτου λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν τοιούτων λόγων ὡδὶ γιγνώσκω.
153 εἰ μέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ λῃτουργεῖν τοῦτο, τὸ ἐν ὑμῖν λέγειν ἐν ἁπάσαις ταῖς ἐκκλησίαις καὶ πανταχοῦ ἡμεῖς οἱ λῃτουργοῦντες, ἡμεῖς οἱ προεισφέροντες ὑμῖν, ἡμεῖς οἱ πλούσιοί ἐσμεν, εἰ τὸ τὰ τοιαῦτα λέγειν, τοῦτʼ ἔστιν λῃτουργεῖν, ὁμολογῶ Μειδίαν ἁπάντων τῶν ἐν τῇ πόλει λαμπρότατον γεγενῆσθαι· ἀποκναίει γὰρ ἀηδίᾳ δήπου καὶ ἀναισθησίᾳ καθʼ ἑκάστην τὴν ἐκκλησίαν ταῦτα λέγων.
154 εἰ μέντοι τί ποτʼ ἐστὶν ἃ λῃτουργεῖ τῇ ἀληθείᾳ δεῖ σκοπεῖν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· καὶ θεάσασθʼ ὡς δικαίως αὐτὸν ἐξετάσω, πρὸς ἐμαυτὸν κρίνων. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, γεγονὼς ἔτη περὶ πεντήκοντʼ ἴσως ἢ μικρὸν ἔλαττον οὐδὲν ἐμοῦ πλείους λῃτουργίας ὑμῖν λελῃτούργηκεν, ὃς δύο καὶ τριάκοντʼ ἔτη γέγονα. κἀγὼ μὲν κατʼ ἐκείνους τοὺς χρόνους ἐτριηράρχουν, εὐθὺς ἐκ παίδων ἐξελθών, ὅτε σύνδυʼ ἦμεν οἱ τριήραρχοι καὶ τἀναλώματα πάντʼ ἐκ τῶν ἰδίων οἴκων καὶ τὰς ναῦς ἐπληρούμεθʼ αὐτοί·
155 οὗτος δέ, ὅτε μὲν κατὰ ταύτην τὴν ἡλικίαν ἦν ἣν ἐγὼ νῦν, οὐδέπω λῃτουργεῖν ἤρχετο, τηνικαῦτα δὲ τοῦ πράγματος ἧπται, ὅτε πρῶτον μὲν διακοσίους καὶ χιλίους πεποιήκατε συντελεῖς ὑμεῖς, παρʼ ὧν εἰσπραττόμενοι τάλαντον ταλάντου μισθοῦσι τὰς τριηραρχίας οὗτοι, εἶτα πληρώμαθʼ ἡ πόλις παρέχει καὶ σκεύη δίδωσιν, ὥστʼ αὐτῶν ἐνίοις τῇ ἀληθείᾳ τὸ μηδὲν ἀναλῶσαι καὶ δοκεῖν λελῃτουργηκέναι καὶ τῶν ἄλλων λῃτουργιῶν ἀτελεῖς γεγενῆσθαι περίεστιν.
156 ἀλλὰ μὴν τί ἄλλο; τραγῳδοῖς κεχορήγηκέ ποθʼ οὗτος, ἐγὼ δʼ αὐληταῖς ἀνδράσιν. καὶ ὅτι τοῦτο τἀνάλωμʼ ἐκείνης τῆς δαπάνης πλέον ἐστὶ πολλῷ, οὐδεὶς ἀγνοεῖ δήπου. κἀγὼ μὲν ἐθελοντὴς νῦν, οὗτος δὲ καταστὰς ἐξ ἀντιδόσεως τότε, οὗ χάριν οὐδεμίαν δήπου δικαίως ἄν τις ἔχοι. τί ἔτι; εἱστίακα τὴν φυλὴν ἐγὼ καὶ Παναθηναίοις κεχορήγηκα, οὗτος δʼ οὐδέτερα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi