Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
28 μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας δίδωσʼ ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως· δίδωσι γάρ· ἀλλʼ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκα, ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω· τοῦτο γὰρ αὐτὸν ἐγὼ προὐβαλόμην, καὶ περὶ τούτου τὴν ψῆφον οἴσετε νῦν ὑμεῖς. εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς τῇ πόλει παραχωρῶ τῆς τιμωρίας, καὶ τοῦτον εἱλόμην τὸν ἀγῶνʼ ἀφʼ οὗ μηδὲν ἔστι λῆμμα λαβεῖν ἐμοί, χάριν, οὐ βλάβην δήπου τοῦτʼ ἂν εἰκότως ἐνέγκοι μοι παρʼ ὑμῶν.
29 οἶδα τοίνυν ὅτι καὶ τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ μή με Δημοσθένει παραδῶτε, μηδὲ διὰ Δημοσθένην μʼ ἀνέλητε. ὅτι τούτῳ πολεμῶ, διὰ τοῦτό μʼ ἀναιρήσετε; τὰ τοιαῦτα πολλάκις οἶδʼ ὅτι φθέγξεται, βουλόμενος φθόνον τινʼ ἐμοὶ διὰ τούτων τῶν λόγων συνάγειν.
30 ἔχει δʼ οὐχ οὕτω ταῦτα, οὐδʼ ἐγγύς. οὐδένα γὰρ τῶν ἀδικούντων ὑμεῖς οὐδενὶ τῶν κατηγόρων ἐκδίδοτε· οὐδὲ γὰρ ἐπειδὰν ἀδικηθῇ τις, ὡς ἂν ἕκαστος ὑμᾶς ὁ παθὼν πείσῃ, ποιεῖσθε τὴν τιμωρίαν, ἀλλὰ τοὐναντίον νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων, ἐπʼ ἀδήλοις μὲν τοῖς ἀδικήσουσιν, ἀδήλοις δὲ τοῖς ἀδικησομένοις. οὗτοι δὲ τί ποιοῦσιν οἱ νόμοι; πᾶσιν ὑπισχνοῦνται τοῖς ἐν τῇ πόλει, δίκην, ἂν ἀδικηθῇ τις, ἔσεσθαι διʼ αὐτῶν λαβεῖν. ὅταν τοίνυν τῶν παραβαινόντων τινὰ τοὺς νόμους κολάζητε, οὐ τοῖς κατηγόροις τοῦτον ἐκδίδοτε, ἀλλὰ τοὺς νόμους ὑμῖν αὐτοῖς βεβαιοῦτε.
31 ἀλλὰ μὴν πρός γε τὸ τοιοῦτον, ὅτι Δημοσθένης φησὶν ὕβρισται, δίκαιος καὶ κοινὸς καὶ ὑπὲρ ἁπάντων ἔσθʼ ὁ λόγος. οὐ γὰρ εἰς Δημοσθένην ὄντα μʼ ἠσέλγαινε μόνον ταύτην τὴν ἡμέραν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερον· τοῦτο δʼ ὅσον δύναται γνοίητʼ ἂν ἐκ τωνδί.
32 ἴστε δήπου τοῦθʼ ὅτι τῶν θεσμοθετῶν τούτων οὐδενὶ θεσμοθέτης ἔστʼ ὄνομα, ἀλλʼ ὁτιδήποθʼ ἑκάστῳ. ἂν μὲν τοίνυν ἰδιώτην ὄντα τινʼ αὐτῶν ὑβρίσῃ τις ἢ κακῶς εἴπῃ, γραφὴν ὕβρεως καὶ δίκην κακηγορίας ἰδίαν φεύξεται, ἐὰν δὲ θεσμοθέτην, ἄτιμος ἔσται καθάπαξ. διὰ τί; ὅτι τοὺς νόμους ἤδη ὁ τοῦτο ποιῶν προσυβρίζει καὶ τὸν ὑμέτερον κοινὸν στέφανον καὶ τὸ τῆς πόλεως ὄνομα· ὁ γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἔστʼ ὄνομα, ἀλλὰ τῆς πόλεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi