Thesauros Edebiyat Hitabet κατὰ Ἀνδροτίωνος παρανόμων

κατὰ Ἀνδροτίωνος παρανόμων

κατὰ Ἀνδροτίωνος παρανόμων Demosthenes
45 ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον, εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι. ἃ οὐδʼ ἂν εἰ παρʼ ἑαυτοῦ δοίη τις ὑμῖν, λαβεῖν ἄξιον, μή τί γʼ ἐφʼ ᾧ ἑτέρους εἰσπράττειν.
46 ὥσθʼ ὅταν ταῦτα λέγῃ, μέμνησθε τῶν ὅρκων καὶ τὴν γραφὴν ἐνθυμεῖσθε, ὅτι νῦν οὐ περὶ πράξεως εἰσφορῶν ἐστιν, ἀλλʼ εἰ δεῖ κυρίους εἶναι τοὺς νόμους. καὶ περὶ τούτων μέν, ὃν τρόπον ὑμᾶς ἀπάγων ἀπὸ τοῦ νόμου παρακρούεσθαι ζητήσει, καὶ ἃ πρὸς ταῦθʼ ὑμᾶς μνημονεύοντας μὴ ʼπιτρέπειν προσήκει, πολλὰ λέγειν ἔχων ἔτι, καὶ ταῦθʼ ἱκάνʼ εἶναι νομίζων, ἐάσω.
47 βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου, διʼ ὧν οὐκ ἔσθʼ ὅ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται· καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἢ ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντʼ αὐτὸν δείξω. καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν, ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες.
48 οὗτος Εὐκτήμονα φήσας τὰς ὑμετέρας ἔχειν εἰσφορὰς καὶ τοῦτʼ ἐξελέγξειν ἢ παρʼ αὑτοῦ καταθήσειν, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ. δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν,
49 αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν, τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθʼ ἑαυτοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi