93
ἐγὼ δὲ πρὸς ταῦτʼ οἶμαι δεῖν ὑμᾶς ἐκεῖνʼ ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα τοῦθʼ οὗτος ἔγραψεν οὐχ ἵνʼ ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ βέλτιστον τῇ πόλει σκοπεῖν ἐβούλετο) ἀλλʼ ἵνʼ ἐξαπατηθέντων ὑμῶν διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν. οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ διʼ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν. ἄτοπον δὴ γένοιτʼ ἄν, εἰ ὧν ἡμῖν χάριν εἰκὸς ὑπάρχειν, ταῦτα τούτοις εἰς σωτηρίαν ὑπάρξειεν.
94
ἔτι τοίνυν οὐδʼ ἁπλοῦν τοῦθʼ οὕτως ἐστίν, ὥς τις οἴεται. εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο· νῦν δʼ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμʼ ὑμῖν. τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκʼ ἂν ᾖ τοῦτʼ ἀποπεφευγός; τίς δʼ οὐκ ἐπιψηφιεῖ; τίς δὲ γράψεται; οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτʼ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλʼ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε.
95
οὐ τοίνυν οὐδʼ ἐκεῖνό μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέληθεν, ὅτι ἁπλῆν μὲν οὐδὲ δικαίαν οὐδʼ ἡντινοῦν ἀπολογίαν Ἀριστοκράτης ἕξει λέγειν, παραγωγὰς δέ τινας τοιαύτας ἐρεῖ, ὡς ἄρα πολλὰ τοιαῦτʼ ἤδη γέγονε ψηφίσματα πολλοῖς. ἔστι δʼ οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο σημεῖον τοῦ τοῦτον ἔννομʼ εἰρηκέναι· πολλαὶ γὰρ προφάσεις εἰσὶν διʼ ἃς πολλάκις ὑμεῖς ἐξηπάτησθε.
96
οἷον εἴ τι τῶν ἑαλωκότων ψηφισμάτων παρʼ ὑμῖν μὴ ἐγράφη, κύριον ἂν δήπουθεν ἦν· καὶ μὴν παρὰ τοὺς νόμους γʼ ἂν εἴρητο. καὶ εἴ τί γε γραφὲν ἢ καθυφέντων τῶν κατηγόρων ἢ μὴ δυνηθέντων μηδὲν διδάξαι ἀπέφυγεν, καὶ τοῦτʼ οὐδὲν κωλύει παράνομον εἶναι. οὐκ ἄρʼ εὐορκοῦσιν οἱ δικάσαντες αὐτό; ναί. πῶς; ἐγὼ διδάξω. γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν, ἡ δὲ τῆς γνώμης δόξα ἀφʼ ὧν ἂν ἀκούσωσι παρίσταται· ὅτε τοίνυν κατὰ ταύτην ἔθεντο τὴν ψῆφον, εὐσεβοῦσιν.