114
καὶ τί δεῖ Φίλιππον λέγειν ἤ τινʼ ἄλλον; ἀλλʼ ὁ πατὴρ αὐτὸς ὁ Κερσοβλέπτου Κότυς, ἡνίκα μὲν στασιάζοι πρός τινας, πρέσβεις πέμπων ἅπαντα ποιεῖν ἕτοιμος ἦν, καὶ τότʼ ᾐσθάνετο ὡς ἀλυσιτελὲς τὸ τῇ πόλει πολεμεῖν· ἐπειδὴ δʼ ὑφʼ αὑτῷ τὴν Θρᾴκην ἔχοι, κατελάμβανε τὰς πόλεις, ἠδίκει, μεθύων ἐπαρῴνει μάλιστα μὲν εἰς αὑτόν, εἶτα καὶ εἰς ἡμᾶς, τὴν χώραν ἐποιεῖθʼ ἑαυτοῦ, τὸ πρᾶγμʼ ἀμήχανον ἦν. τῶν γὰρ ὑπὲρ τοῦ πλεονεκτεῖν ἐπιχειρούντων οἷς οὐ χρὴ οὐ τὰ δυσχερέσταθʼ ἕκαστος εἴωθε λογίζεσθαι, ἀλλʼ ἃ κατορθώσας διαπράξεται.
115
ἐγὼ δὴ δεῖν ὑμᾶς οἶμαι τοῦτον τὸν τρόπον βεβουλεῦσθαι, ὅπως, ἂν μὲν ἃ χρὴ περὶ ὑμῶν γιγνώσκῃ Κερσοβλέπτης, μηδὲν ὑφʼ ὑμῶν ἀδικήσεται, ἂν δʼ ἀλόγως ἀδικεῖν ἐπιχειρῇ, μὴ μείζων ἔσται τοῦ δίκην δοῦναι. ἀναγνώσομαι δʼ ὑμῖν τὴν ἐπιστολὴν ἥν, ὅτʼ ἀφειστήκει Μιλτοκύθης, Κότυς ἔπεμψεν, καὶ ἣν ὅτε πᾶσαν ἔχων τὴν ἀρχὴν πέμψας Τιμομάχῳ τὰ χωρίʼ ὑμῶν ἐξεῖλεν.
115
ΕΠΙΣΤΟΛΑΙ.
116
τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ παράδειγμʼ ἑορακότες, ἂν ἐμοὶ πείθησθε, κἀκεῖνʼ εἰδότες, ὅτι Φίλιππος, ὅτε μὲν Ἀμφίπολιν ἐπολιόρκει, ἵνʼ ὑμῖν παραδῷ πολιορκεῖν ἔφη, ἐπειδὴ δʼ ἔλαβεν, καὶ Ποτείδαιαν προσαφείλετο, ἐκείνην τὴν πίστιν βουλήσεσθʼ ἔχειν, ἥνπερ φασὶ πρὸς Λακεδαιμονίους ποτʼ εἰπεῖν Φιλοκράτην τὸν Ἐφιάλτου.
117
καὶ γὰρ ἐκεῖνόν φασιν, ἐξαπατώντων τι τῶν Λακεδαιμονίων καὶ προτεινόντων πίστιν ἥντινα βούλεται λαμβάνειν, εἰπεῖν ὅτι πίστιν ἂν οἴεται γενέσθαι μόνην, εἰ δείξειαν ὅπως, ἂν ἀδικεῖν βούλωνται, μὴ δυνήσονται, ἐπεὶ ὅτι γʼ ἀεὶ βουλήσονται εὖ εἰδέναι· ἕως ἂν οὖν δύνωνται, πίστιν οὐκ εἶναι. ταύτην, ἂν ἐμοὶ χρῆσθε συμβούλῳ, φυλάξετε τὴν πίστιν πρὸς τοῦτον τὸν Θρᾷκα, καὶ μὴ βουλήσεσθʼ εἰδέναι τινʼ ἄν, εἰ πάσης ἄρξειε Θρᾴκης, πρὸς ὑμᾶς σχοίη γνώμην.