Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
118 ὅτι τοίνυν ὅλως οὐδʼ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτʼ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτʼ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατʼ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γʼ ἐχθρὸν ἡγεῖσθε.
119 ἀλλʼ ὅμως, ἐπειδὴ πονηρὸς καὶ θεοῖς ἐχθρὸς ἦν καὶ μεγάλʼ ὑμᾶς ἠδίκει, τοὺς ἀποκτείναντας ἐκεῖνον Πύθωνα καὶ Ἡρακλείδην, τοὺς Αἰνίους, πολίτας ἐποιήσασθʼ ὡς εὐεργέτας καὶ χρυσοῖς στεφάνοις ἐστεφανώσατε. εἰ δὴ τότε, ὅθʼ ὑμῖν οἰκείως ἔχειν ὁ Κότυς ἐδόκει, ἔγραψέ τις, ἄν τις ἀποκτείνῃ Κότυν, ἔκδοτον αὐτὸν εἶναι, πότερʼ ἐξέδοτʼ ἂν τὸν Πύθωνα καὶ τὸν ἀδελφόν, ἢ παρὰ τὸ ψήφισμα τοῦτο πολίτας ἐποιεῖσθε καὶ ὡς εὐεργέτας ἐτιμᾶτε;
120 τί δʼ; Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν, ἡνίκʼ εἶχε μὲν αἰχμάλωτον δήσας Πελοπίδαν, ἐχθρὸς δʼ ὡς οὐδεὶς ἦν Θηβαίοις, ὑμῖν δʼ οἰκείως διέκειθʼ οὕτως ὥστε παρʼ ὑμῶν στρατηγὸν αἰτεῖν, ἐβοηθεῖτε δʼ αὐτῷ καὶ πάντʼ ἦν Ἀλέξανδρος, πρὸς Διὸς εἴ τις ἔγραψεν, ἄν τις ἀποκτείνῃ Ἀλέξανδρον, ἀγώγιμον εἶναι, ἆρʼ ἂν ὧν μετὰ ταῦθʼ ὕβρισεν καὶ προὐπηλάκισεν ἀσφαλὲς ἦν τῳ παρʼ αὐτοῦ δίκην πειρᾶσθαι λαβεῖν;
121 τί δὲ τἄλλα λέγοι τις ἄν; ἀλλʼ ὁ μάλιστα δοκῶν νῦν ἡμῖν ἐχθρὸς εἶναι Φίλιππος οὑτοσί, εἰ τότε, ὅτʼ Ἀργαῖον κατάγοντας λαβὼν τῶν ἡμετέρων τινὰς πολιτῶν ἀφῆκε μὲν αὐτούς, ἀπέδωκε δὲ πάνθʼ ὅσʼ ἀπώλεσαν αὐτοῖς, πέμψας δὲ γράμματʼ ἐπηγγέλλεθʼ ἕτοιμος εἶναι συμμαχίαν ποιεῖσθαι καὶ τὴν πατρικὴν φιλίαν ἀνανεοῦσθαι, εἰ τότʼ ἠξίωσε τυχεῖν τούτων καί τις ἔγραψε τῶν ἀφεθέντων ὑπʼ αὐτοῦ, ἐάν τις ἀποκτείνῃ Φίλιππον, ἀγώγιμον εἶναι, καλήν γʼ ὕβριν ἦμεν ἂν ὑβρισμένοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi