Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
15 καίτοι πῶς ἂν τεχνικώτερον ἢ κακουργότερον συμπαρεσκεύασαν ἄνθρωποι, ὅπως οἱ μὲν ἐκπεσοῦνται τῶν βασιλέων, εἷς δʼ ὃν αὐτοὶ βούλονται πᾶσαν ὑφʼ αὑτῷ ποιήσεται τὴν ἀρχήν, ἢ τοὺς μὲν τοῖν δυοῖν βοηθήσαντας ἂν εἰς φόβον καὶ συκοφαντίας εὐλάβειαν καθιστάντες, ἣν εἰκὸς προσδοκᾶν ἐκείνους ἐφʼ ἑαυτοὺς ἐλθεῖν ἂν διὰ τοῦ ψηφίσματος τουτουί, τῷ δʼ ἑνὶ πράττοντι τὴν ἀρχὴν καὶ πάντα τἀναντία τοῖς ὑμῖν συμφέρουσι κατασκευάζοντι τοσαύτην ἐξουσίαν διδόντες τοῦ ταῦτʼ ἀδεῶς πράττειν;
16 οὐ τοίνυν μόνον ἐκ τούτων δῆλόν ἐσθʼ ὅτι τούτων ἕνεκʼ ἐρρήθη τὸ προβούλευμʼ ὧν λέγω, ἀλλὰ καὶ ἐκ τοῦ ψηφίσματος αὐτοῦ μαρτυρία τίς ἐστʼ εὐμεγέθης. ἂν γὰρ ἀποκτείνῃ τις Χαρίδημον γράψας καὶ παραβὰς τὸ τί πράττοντʼ εἰπεῖν, πότερʼ ἡμῖν συμφέροντʼ ἢ οὔ, γέγραφʼ εὐθὺς ἀγώγιμον ἐκ τῶν συμμάχων εἶναι.
17 οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτʼ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτʼ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστʼ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δʼ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν ὁ τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ διʼ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντίʼ ἐκεῖνον ἐγχειροῦνθʼ ὑμῖν ἐπισχεῖν.
18 ὧν μὲν τοίνυν ἕνεκʼ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν ὁ δῆμος ἐξαπατηθείς, καὶ διʼ ἃ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι. δίκαιον δʼ ἐστὶν ἴσως ἔμʼ ὑπεσχημένον τρίʼ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμʼ εἴρηται, δεύτερον δʼ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δʼ ὡς ἀνάξιος τυχεῖν τούτων ᾧ γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi