Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
216 οὐκ ἐᾷ μετὰ ταῦθʼ ὁ δεύτερος νόμος οὐδὲ τὸν ἑαλωκότʼ ἀνδροφόνον λυμαίνεσθαι οὐδὲ χρήματα πράττεσθαι· ὁ δʼ ἐν τῷ ποιεῖν ἀγώγιμον πάντα ταῦτα δέδωκεν· ἐπὶ γὰρ τοῖς λαβοῦσιν ἔσται ποιεῖν ὅ τι ἂν βούλωνται. ἀπάγειν ὁ νόμος ὡς τοὺς θεσμοθέτας κελεύει, καὶ τοῦτʼ, ἂν ἐν τῇ τοῦ πεπονθότος λάβῃ τις πατρίδι· ὁ δʼ ἀγώγιμον αὐτῷ τῷ τὴν αἰτίαν ἐπενεγκόντι δίδωσιν ὡς αὑτόν, κἂν τῆς ἀλλοτρίας που λάβῃ.
217 ἔστιν ἐφʼ οἷς ἀδικήμασιν δέδωκεν ἀποκτείνειν ὁ νόμος· ὁ δʼ οὐδὲν ὑπειπών, κἂν ἐπὶ τούτοις τις κτείνῃ, δίδωσιν ἔκδοτον τὸν ἀθῷον ἀφειμένον ἐν τοῖς νόμοις. ἄν τις πάθῃ τι τοιοῦτον, δίκας ὁ νόμος κελεύει αἰτεῖν πρῶτον· ὁ δὲ τοὐναντίον οὐδεμίαν κρίσιν οὔτʼ αὐτὸς εἰπὼν οὔτε παρʼ ὧν ἀξιοῖ λαβεῖν αἰτήσας, ἀγώγιμον εὐθὺς ἔγραψεν, κἄν τις ἀφαιρῆται, παραχρῆμʼ ἔκσπονδον.
218 τὸ ἀνδρολήψιον, παρʼ οἷς ἂν ὁ δράσας ᾖ, ἂν μὴ διδῶσι δίκας, κελεύουσιν οἱ νόμοι μέχρι τριῶν εἶναι· ὁ δέ, ἂν ἀφέληταί τις τὸν ἄγοντα μὴ βουλόμενος πρὸ δίκης ἐκδοῦναι, εὐθὺς ἔκσπονδον ποιεῖ. οὐκ ἐᾷ νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τιθῇ τις, εἰσφέρειν· ὁ δʼ ἐπʼ ἀνδρὶ γράφει ψήφισμʼ ἴδιον. οὐκ ἐᾷ ψήφισμʼ ὁ νόμος κυριώτερον εἶναι νόμου· ὁ δʼ ὑπαρχόντων τοσούτων νόμων ψήφισμα ποιεῖ κύριον τοὺς νόμους ἀναιρῶν.
219 ταῦτα φυλάττετε καὶ μεμνημένοι κάθησθε. καὶ τὰς μὲν παραγωγάς, ἃς οὗτοι ποιήσονται, χαίρειν ἐᾶτε καὶ μὴ ἐπιτρέπετε λέγειν αὐτοῖς, κελεύετε δὲ δεῖξαι ποῦ γέγραφεν κρίσιν, ἢ ποῦ γέγραφεν, ἄν τις ἁλῷ φόνου, κατὰ τούτου τὰς τιμωρίας. εἰ γὰρ ἢ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν, ἢ αὐτὸς ἔγραψεν κρίσιν εἰ πεποίηκεν ἢ οὒ καὶ εἰ δικαίως ἢ ἀδίκως, οὐκ ἂν ἠδίκει.
220 εἰ δὲ τὸ τῆς αἰτίας ὄνομʼ αὐτὸ γράψας ἄν τις ἀποκτείνῃ, καὶ ὑπερβὰς τὸ καὶ ἁλῷ φόνου, καὶ τὸ δόξῃ ἀπεκτονέναι, καὶ τὸ δίκας ὑπεχέτω τοῦ φόνου, καὶ τὸ τὰς τιμωρίας εἶναι κατʼ αὐτοῦ τὰς αὐτὰς ἅσπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ, καὶ πάνθʼ ὅσʼ ἐστὶ δίκαιʼ ὑπερβὰς ἀγώγιμον εἶναι γέγραφεν, μὴ φενακίζεσθε, ἀλλʼ εὖ ἴσθʼ ὅτι πάντων παρανομώτατʼ εἴρηκεν.
← Önceki 55 / 55

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi