Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
108 βούλομαι τοίνυν ὑμῖν, ἃ ὑπεσχόμην ἐν ἀρχῇ τοῦ λόγου, ἀπολογίσασθαι πεποιηκότʼ ἐμαυτόν. ἔφην γὰρ αὐτὸν ἐξελέγξειν κατὰ πάντʼ ἔνοχον ὄντα τῇ γραφῇ, πρῶτον μὲν παρὰ τοὺς νόμους νομοθετοῦντα, δεύτερον δʼ ὑπεναντία τοῖς οὖσι νόμοις γεγραφότα, τρίτον δὲ τοιαῦτα διʼ ὧν βλάπτει τὴν πόλιν. οὐκοῦν ἠκούσατε τῶν νόμων, ἃ κελεύουσι ποιεῖν τὸν τιθέντα νόμον καινόν· καὶ πάλιν ὑμᾶς ἐδίδαξʼ ὅτι τούτων οὐδʼ ὁτιοῦν ἐποίησεν οὗτος.
109 καὶ μὴν κἀκείνων ἠκούετε τῶν νόμων οἷς ἐναντίος ὢν ἐφαίνεθʼ ὁ τούτου· καὶ τούτους ὅτι πρὶν λῦσαι τόνδε τέθηκεν ἐπίστασθε. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐπιτήδειος, ἀκηκόατε· ἄρτι γὰρ λέγων ἐπαυσάμην. οὐκοῦν κατὰ πάντʼ ἀδικεῖ φανερῶς, καὶ οὐδὲν ἔσθʼ ὅ τι φροντίσας οὐδʼ εὐλαβηθεὶς φαίνεται, ἀλλʼ ἔμοιγε δοκεῖ, κἂν εἰ πρὸς τούτοις ἄλλο τι μὴ ποιεῖν ἐγέγραπτʼ ἐν τοῖς οὖσι νόμοις, κἂν τοῦτο ποιῆσαι.
110 πανταχόθεν μὲν τοίνυν δῆλός ἐσθʼ ὅτι ταῦτʼ ἔγραψʼ ἐπιβουλεύσας μετὰ τοῦ βουλεύσασθαι ταῦτʼ ἀδικεῖν καὶ οὐ γνώμῃ διαμαρτών, μάλιστα δʼ ἐκ τοῦ πάντα τὸν νόμον μέχρι τῆς ὑστάτης συλλαβῆς τοιοῦτον εἶναι· οὐδὲ γὰρ οὐδʼ ἄκων οὐδὲν ἔθηκεν ὀρθῶς ἔχον, οὐδʼ ὡς ὑμῖν ἔμελλε λυσιτελήσειν. πῶς οὖν οὐκ εἰκὸς μισεῖν καὶ τιμωρεῖσθαι τοῦτον, ὅστις τοῦ μὲν δήμου ἠδικημένου ἠμέλησεν, ὑπὲρ δὲ τῶν ἠδικηκότων καὶ ὕστερον ἀδικησόντων τοὺς νόμους ἔθηκεν;
111 θαυμάζω δʼ, ὦ ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ, τὸ ἡνίκα μὲν ἦρχεν αὐτὸς μετʼ Ἀνδροτίωνος, τὸν ἔλεον τοῦτον ἐπὶ τῷ πλήθει τῷ ὑμετέρῳ μὴ ποιήσασθαι, τῷ ἀπειρηκότι τὰ ἑαυτοῦ χρήματʼ εἰσφέροντι, ἐπειδὴ δʼ Ἀνδροτίωνʼ ἔδει ἃ πάλαι ὑφῄρητο τῆς πόλεως χρήματα καταθεῖναι, τὰ μὲν ἱερά, τὰ δʼ ὅσια, τότε θεῖναι τὸν νόμον ἐπʼ ἀποστερήσει τῶν μὲν ὁσίων τῆς διπλασίας, τῶν ἱερῶν δὲ τῆς δεκαπλασίας. καὶ οὕτω πρὸς τὸ πλῆθος τὸ ὑμέτερον προσενήνεκται ὁ αὐτίκα δὴ μάλʼ ὑπὲρ τοῦ δήμου φήσων τὸν νόμον τοῦτον θεῖναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi