Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
123 ἄξιον τοίνυν καὶ τοῦτʼ εἰπεῖν, ὅσον ὑμεῖς διαφέρετʼ, ὦ ἄνδρες δικασταί, μεγαλοφροσύνῃ τῶν ῥητόρων. ὑμεῖς μέν γε τἀπὶ τῷ πλήθει νενομοθετημένα δεινά, ἐάν τις ἢ διχόθεν μισθοφορῇ ἢ ὀφείλων τῷ δημοσίῳ ἐκκλησιάζῃ ἢ δικάζῃ, ἢ ἄλλο τι ποιῇ ὧν οἱ νόμοι ἀπαγορεύουσιν, οὐ λύετε, καὶ ταῦτʼ εἰδότες ὅτι διὰ πενίαν ἂν ποιήσειεν ὁ τούτων τι ποιῶν, οὐδὲ νόμους τοιούτους τίθεσθʼ ὅπως ἐξουσία ἔσται ἐξαμαρτεῖν, ἀλλὰ τοὐναντίον ὅπως μή· οὗτοι δʼ, ὅπως οἱ τὰ αἴσχιστα καὶ τὰ δεινότατα ποιοῦντες δίκην μὴ δώσουσιν.
124 εἶτα προπηλακίζουσιν ὑμᾶς ἰδίᾳ τοῖς λόγοις, ὡς αὐτοὶ καλοὶ κἀγαθοί, πονηρῶν καὶ ἀχαρίστων οἰκετῶν τρόπους ἔχοντες. καὶ γὰρ ἐκείνων, ὦ ἄνδρες δικασταί, ὅσοι ἂν ἐλεύθεροι γένωνται, οὐ τῆς ἐλευθερίας χάριν ἔχουσι τοῖς δεσπόταις, ἀλλὰ μισοῦσι μάλιστʼ ἀνθρώπων, ὅτι συνίσασιν αὐτοῖς δουλεύσασιν. οὕτω δὴ καὶ οὗτοι οἱ ῥήτορες οὐκ ἀγαπῶσιν ἐκ πενήτων πλούσιοι ἀπὸ τῆς πόλεως γιγνόμενοι, ἀλλὰ καὶ προπηλακίζουσι τὸ πλῆθος, ὅτι σύνοιδεν αὐτῶν ἑκάστῳ τὰ ἐν τῇ πενίᾳ καὶ νεότητι ἐπιτηδεύματα.
125 ἀλλὰ νὴ Δίʼ αἰσχρὸν ἴσως ἦν Ἀνδροτίωνα δεθῆναι ἢ Γλαυκέτην ἢ Μελάνωπον. οὐ μὰ τὸν Δίʼ, ὦ ἄνδρες δικασταί, ἀλλὰ πολὺ αἴσχιον τὴν πόλιν ἀδικουμένην καὶ ὑβριζομένην μὴ λαβεῖν δίκην καὶ ὑπὲρ τῆς θεοῦ καὶ ὑπὲρ αὑτῆς. ἐπεὶ Ἀνδροτίωνί γε πότερʼ οὐ πατρῷον τὸ δεδέσθαι; ἀλλʼ αὐτοὶ ἴστε πολλὰς πεντετηρίδας ἐν τῷ δεσμωτηρίῳ διατρίψαντα τὸν πατέρʼ αὐτοῦ, καὶ ἀποδράντα, ἀλλʼ οὐκ ἀφεθέντα.
126 ἀλλὰ διὰ τὰ ἐπιτηδεύματα τὰ ἐν τῇ ἡλικίᾳ; ἀλλὰ καὶ διὰ ταῦτα δεδέσθαι αὐτῷ οὐχ ἧττον προσήκει ἢ διʼ ἅπερ ὑφείλετο. ἢ ὅτι εἰσῄει εἰς τὴν ἀγορὰν οὐκ ἐξὸν αὐτῷ, καὶ ἐκ ταύτης τοὺς σωφρόνως βεβιωκότας αὐτὸς ἦγεν εἰς τὸ δεσμωτήριον; ἀλλὰ Μελάνωπος δεινὸν νὴ Δίʼ ἐστὶν εἰ δεθήσεσθαι νῦν ἔμελλεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi