Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
179 καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθʼ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς αὑτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ ἐπὶ τῶν εἰσφορῶν φαίνει, οὐκ ἤδη δῆλον διʼ ὃ τοῦτʼ ἐποίησας; ἐγὼ μὲν οἶμαι.
180 καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπέγραψεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα ἐστεφάνωσαν καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν, ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον ἐστεφάνωσαν σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον ἐπεγέγραπτό που, πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους, Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.
181 ταῦτα μὲν τοίνυν, ἃ πρότερον ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν ὁ πόρνος οὗτος, Ἀνδροτίωνος ἐπιμελουμένου ἐπιγέγραπται, καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.
182 τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν· τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασιν τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦτʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθʼ ὁ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi