Thesauros Edebiyat Hitabet πρὸς Ζηνόθεμιν παραγραφή

πρὸς Ζηνόθεμιν παραγραφή

πρὸς Ζηνόθεμιν παραγραφή Demosthenes
24 ὅτι μὲν τοίνυν ἐκ τῶν νόμων παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, ἱκανῶς οἴομαι δεδεῖχθαι· τέχνην δʼ ἀκούσεσθε τοῦ σοφοῦ τοῦ ταῦτα πάντα συντεθηκότος, τοῦ Ἀριστοφῶντος. ὡς γὰρ ἐκ τῶν πραγμάτων ἁπλῶς οὐδὲν ἑώρων δίκαιον ἑαυτοῖς ἐνόν, ἐπικηρυκεύονται τῷ Πρώτῳ καὶ πείθουσι τὸν ἄνθρωπον ἐνδοῦναι τὰ πράγμαθʼ ἑαυτοῖς, πράττοντες μὲν ὡς ἔοικεν καὶ ἐξ ἀρχῆς τοῦτο, ὡς ἡμῖν νῦν φανερὸν γέγονεν, οὐ δυνάμενοι δὲ πεῖσαι.
25 ὁ γὰρ Πρῶτος, ἕως μὲν ᾤετο τὸν σῖτον κέρδος ἐλθόντα ποιήσειν, ἀντείχετο τούτου, καὶ μᾶλλον ᾑρεῖτʼ αὐτός τε κερδᾶναι καὶ ἡμῖν τὰ δίκαιʼ ἀποδοῦναι, ἢ κατακοινωνήσας τούτοις τῆς μὲν ὠφελίας τούτους ποιῆσαι μερίτας, ἡμᾶς δʼ ἀδικῆσαι· ὡς δὲ δεῦρʼ ἥκοντος αὐτοῦ καὶ περὶ ταῦτα πραγματευομένου, ἐπανῆκεν ὁ σῖτος, ἄλλην εὐθέως ἔλαβεν γνώμην.
26 καὶ ἅμα (εἰρήσεται γάρ, ἄνδρες Ἀθηαῖοι, πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια) καὶ ἡμεῖς οἱ δεδανεικότες προσεκρούομεν αὐτῷ καὶ πικρῶς εἴχομεν, τῆς τε ζημίας ἐφʼ ἡμᾶς ἰούσης τῆς περὶ τὸν σῖτον καὶ συκοφάντην ἀντὶ χρημάτων αἰτιώμενοι τοῦτον ἡμῖν κεκομικέναι. ἐκ τούτων, οὐδὲ φύσει χρηστὸς ὢν ἅνθρωπος δῆλον ὅτι, ἐπὶ τούτους ἀποκλίνει, καὶ συγχωρεῖ τὴν δίκην ἔρημον ὀφλεῖν, ἣν οὗτος αὐτῷ λαγχάνει τότε, ὅτʼ οὔπω ταὔτʼ ἐφρόνουν.
27 εἰ μὲν γὰρ ἀφῆκε τὸν Πρῶτον, ἐξελήλεγκτʼ ἂν εὐθέως ἡμᾶς συκοφαντῶν· ὀφλεῖν δὲ παρὼν ἐκεῖνος οὐ συνεχώρει, ἵνʼ ἐὰν μὲν αὐτῷ ποιῶσιν ἃ ὡμολογήκασιν—, εἰ δὲ μή, τὴν ἔρημον ἀντιλάχῃ. ἀλλὰ τί ταῦτα; εἰ μὲν γὰρ ἃ γέγραφεν οὗτος εἰς τὸ ἔγκλημʼ ἐποίει, οὐκ ὀφλεῖν ἂν δίκην δικαίως, ἀλλʼ ἀποθανεῖν Πρῶτος ἔμοιγε δοκεῖ. εἰ γὰρ ἐν κακοῖς καὶ χειμῶνι τοσοῦτον οἶνον ἔπινεν ὥσθʼ ὅμοιον εἶναι μανίᾳ, τί οὐκ ἄξιός ἐστι παθεῖν.
28 ἢ εἰ γράμματʼ ἔκλεπτεν; εἰ ὑπανέῳγεν; ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτʼ ἔχει διακρινεῖσθε· τῇ δʼ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε. εἴ τί σʼ ἠδίκηκεν ὁ Πρῶτος ἢ λέγων ἢ ποιῶν, ἔχεις ὡς ἔοικε δίκην· οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται. εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi