Thesauros Edebiyat Hitabet πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν Demosthenes
37 ταῦτʼ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί. ἡ δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλʼ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν. καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν.
37 ΣΥΓΓΡΑΦΗ.
38 πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθʼ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν;
39 ἡ μὲν γὰρ συγγραφὴ οὐδὲν κυριώτερον ἐᾷ εἶναι τῶν ἐγγεγραμμένων, οὐδὲ προσφέρειν οὔτε νόμον οὔτε ψήφισμα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν πρὸς τὴν συγγραφήν· τούτοις δʼ εὐθὺς ἐξ ἀρχῆς οὐδὲν ἐμέλησε τῆς συγγραφῆς ταύτης, ἀλλὰ τοῖς χρήμασιν ἐχρῶντο τοῖς ἡμετέροις ὥσπερ ἰδίοις οὖσιν αὑτῶν· οὕτως εἰσὶν οὗτοι κακοῦργοι σοφισταὶ καὶ ἄδικοι ἄνθρωποι.
40 ἐγὼ δέ, μὰ τὸν Δία τὸν ἄνακτα καὶ τοὺς θεοὺς ἅπαντας, οὐδενὶ πώποτε ἐφθόνησα οὐδʼ ἐπετίμησα, ὦ ἄνδρες δικασταί, εἴ τις βούλεται σοφιστὴς εἶναι καὶ Ἰσοκράτει ἀργύριον ἀναλίσκειν· μαινοίμην γὰρ ἄν, εἴ τί μοι τούτων ἐπιμελὲς εἴη. οὐ μέντοι μὰ Δία οἶμαί γε δεῖν ἀνθρώπους καταφρονοῦντας καὶ οἰομένους δεινοὺς εἶναι ἐφίεσθαι τῶν ἀλλοτρίων, οὐδὲ ἀφαιρεῖσθαι, τῷ λόγῳ πιστεύοντας· πονηροῦ γὰρ ταῦτʼ ἐστὶν σοφιστοῦ καὶ οἰμωξομένου.
41 Λάκριτος δʼ οὑτοσί, ὦ ἄνδρες δικασταί, οὐ τῷ δικαίῳ πιστεύων εἰσελήλυθε ταύτην τὴν δίκην, ἀλλʼ ἀκριβῶς εἰδὼς τὰ πεπραγμένʼ αὑτοῖς περὶ τὸ δάνεισμα τοῦτο, καὶ ἡγούμενος δεινὸς εἶναι καὶ ῥᾳδίως λόγους ποριεῖσθαι περὶ ἀδίκων πραγμάτων, οἴεται παράξειν ὑμᾶς ὅποι ἂν βούληται. ταῦτα γὰρ ἐπαγγέλλεται δεινὸς εἶναι, καὶ ἀργύριον αἰτεῖ καὶ μαθητὰς συλλέγει περὶ αὐτῶν τούτων ἐπαγγελλόμενος παιδεύειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi