Thesauros Edebiyat Hitabet παραγραφὴ ὑπὲρ Φορμίωνος

παραγραφὴ ὑπὲρ Φορμίωνος

παραγραφὴ ὑπὲρ Φορμίωνος Demosthenes
57 τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδένʼ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδʼ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθʼ οἱ ἐπιτήδειοι ταῦθʼ ὑμῶν. ἐκεῖνο δʼ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσʼ οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, διʼ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν.
58 ἃ μὴ προῆσθε, μηδʼ ἐπιτρέψητʼ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητʼ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρʼ ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερʼ ὑμῖν παρὰ τῷδʼ ὄνθʼ ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει.
59 καὶ τούτων οὐδὲν εἵνεκα τοῦ λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ καὶ τρόπου ἐπιεικείᾳ. οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτʼ ἐλεεῖν ὅτʼ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε σῷσαι· οὐ γὰρ ἔγωγʼ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθήσειέ τις αὐτῷ.
60 τὰ μὲν οὖν πόλλʼ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετʼ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δʼ αὐτὸν ἐπιδεῖξαι, ἢ ὡς οὐ διέθετο ταῦθʼ ὁ πατήρ, ἢ ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ἢ ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἃ ἔγνω θʼ ὁ κηδεστὴς ὁ τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ἢ ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, ἢ τῶν τοιούτων τι δεικνύναι.
61 ἐὰν δʼ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδʼ ὑμᾶς ἡ τούτου κραυγὴ καὶ ἀναίδειʼ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθʼ ὅσʼ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί τʼ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.
62 ἀνάγνωθι λαβὼν αὐτοῖς τὸν νόμον καὶ τὰς μαρτυρίας τασδί.
62 ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑΙ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi