Thesauros Edebiyat Hitabet παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην Demosthenes
10 τὸν μὲν γὰρ πατέρʼ οὐδʼ ἂν αἰτιάσαιντο λαβεῖν (τέτταρσι γὰρ ἢ τρισὶ μησὶν ὕστερον ἢ διελύσατο πρὸς τούτους ἐτελεύτησεν). ὡς δʼ οὐδὲ Δημάρετον τὸν καταλειφθένθʼ ἡμῶν ἐπίτροπον λαβεῖν οἷόν τε (καὶ γὰρ τοῦτον ἔγραψαν εἰς τὸ ἔγκλημα), καὶ τοῦτʼ ἐπιδείξω.
11 μέγιστοι μὲν οὖν ἡμῖν εἰσιν οὗτοι μάρτυρες (οὐδαμοῦ γὰρ φανήσονται δίκην εἰληχότες ζῶντι τῷ Δημαρέτῳ)· οὐ μὴν ἀλλὰ καὶ τὸ πρᾶγμʼ ἄν τις αὐτὸ σκοπῶν καὶ θεωρῶν ἴδοι οὐ μόνον οὐχὶ λαβόντα, ἀλλʼ οὐδʼ ἐνὸν αὐτῷ λαβεῖν. ἦν μὲν γὰρ τὸ χρέως ἐν Βοσπόρῳ, ἀφίκετο δʼ οὐδεπώποτʼ εἰς τὸν τόπον τοῦτον ὁ Δημάρετος· πῶς οὖν εἰσέπραξεν; ἔπεμψεν νὴ Δίʼ, εἴποι τις ἄν, τὸν κομιούμενον.
12 σκοπεῖτε δὴ τοῦθʼ οὑτωσί. ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις. τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθʼ ἑκκαίδεκʼ ἔτη. οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων διʼ ἑαυτοῦ διέλυε χρήμαθʼ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτʼ ἦσαν παῖδες· οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει. ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθʼ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθʼ ἑκὼν ἀποδοῦναι; ἐγὼ μὲν οὐκ οἶμαι.
13 ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.
13 ΜΑΡΤΥΡΙΑΙ.
14 ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν, οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος, οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι. οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών.
14 ΕΓΚΛΗΜΑ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi