Thesauros Edebiyat Hitabet πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας Demosthenes
57 οὔτε γὰρ ἁρμόττει μοι θυγατέρα ἐπίγαμον ἔχοντι οἰκεῖν μετὰ τοιούτων, οἳ οὐ μόνον αὐτοὶ ἀσελγῶς ζῶσιν, ἀλλὰ καὶ ὁμοίους αὑτοῖς ἑτέρους πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγουσιν, οὔτε μὰ τὸν Δία ἀσφαλὲς εἶναί μοι νομίζω συζῆν τούτοις ἐν τῷ αὐτῷ· ὅπου γὰρ οὕτω φανερῶς μοι ἐπιβουλεύσαντες εἰς Ἄρειον πάγον ἀγῶνα κατεσκεύασαν, τίνος ἂν οὗτοι ἢ φαρμακείας ἢ ἄλλης κακουργίας τοιαύτης ὑμῖν ἀποσχέσθαι δοκοῦσιν;
58 οἵ γε πρὸς τοῖς ἄλλοις (ἀρτίως γὰρ καὶ τοῦτο ἀνεμνήσθην) εἰς τοσαύτην ὑπερβολὴν τόλμης ἥκουσιν, ὥστε καὶ Κρίτωνος μαρτυρίαν ἐνεβάλοντο, ὡς ἐώνηται τὸ τρίτον παρʼ ἐμοῦ μέρος τῆς οἰκίας· ἥν, ὅτι ψευδής ἐστι, ῥᾳδίως εἴσεσθε. πρῶτον μὲν γὰρ οὐχ οὕτω μετρίως ζῇ Κρίτων ὥστε παρʼ ἑτέρου οἰκίαν ὠνεῖσθαι, ἀλλʼ οὕτως πολυτελῶς καὶ ἀσώτως ὥστε πρὸς τοῖς ἑαυτοῦ καὶ τὰ τῶν ἄλλων ἀναλίσκειν· ἔπειτα οὐ μαρτυρεῖ τούτῳ νῦν, ἀλλʼ ἐμοὶ ἀντιδικεῖ· τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι μάρτυρες μέν εἰσιν οὗτοι, οἷς μὴ μέτεστι τοῦ πράγματος περὶ οὗ ἡ δίκη ἐστίν, ἀντίδικοι δʼ οἱ κοινωνοῦντες τῶν πραγμάτων περὶ ὧν ἂν δικάζηταί τις αὐτοῖς; ὃ Κρίτωνι συμβέβηκεν.
59 ἔτι δὲ τοσούτων ὑμῶν ὄντων, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἄλλων Ἀθηναίων πολλῶν, ἄλλος μὲν οὐδεὶς αὐτῷ παραγενέσθαι μεμαρτύρηκε, Τιμοκράτης δὲ μόνος, ὥσπερ ἀπὸ μηχανῆς, μαρτυρεῖ μὲν δεκάτην ἑστιᾶσαι τούτῳ τὸν ἐμὸν πατέρα, ἡλικιώτης ὢν τοῦ νυνὶ φεύγοντος τὴν δίκην, φησὶν δὲ πάντα ἁπλῶς εἰδέναι ἃ δὴ τούτοις συμφέρει, μαρτυρεῖ δὲ νυνὶ μόνος Κρίτωνι παρεῖναι, ὅτε παρʼ ἐμοῦ τὴν οἰκίαν ἐωνεῖτο. ὃ τίς ἂν ὑμῶν πιστεύσειεν; ἄλλως τε καὶ ὅτι οὐ περὶ τῆς οἰκίας, πότερα ἐώνηται Κρίτων αὐτὴν ἢ μή, νυνὶ δικάζομαι, ἀλλὰ περὶ προικός, ἣν ἐνεγκαμένης τῆς μητρὸς οἱ νόμοι κελεύουσιν ἐμὲ κομίζεσθαι.
60 ὥστε καθάπερ ὑμῖν ἐγὼ καὶ ἐκ μαρτύρων πολλῶν καὶ ἐκ τεκμηρίων ἐπέδειξα, ἐπενεγκαμένην μὲν τὴν μητέρα μου τάλαντον προῖκα, οὐ κομισάμενον δὲ τοῦτʼ ἐμὲ ἐκ τῆς πατρῴας οὐσίας, ἐξαίρετον δʼ ἡμῖν γενομένην τὴν οἰκίαν εἰς ταῦτα, οὕτω κελεύετε καὶ τοῦτον ἐπιδεικνύναι ὑμῖν, ἢ ὡς οὐκ ἀληθῆ λέγω, ἢ ὡς οὐ προσήκει μοι κομίσασθαι τὴν προῖκα· περὶ τούτων γὰρ ὑμεῖς νυνὶ τὴν ψῆφον οἴσετε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi