Thesauros Edebiyat Hitabet πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας Demosthenes
61 ἐὰν δὲ μὴ ἔχων περὶ ὧν φεύγει τὴν δίκην μήτε μάρτυρας ἀξιόχρεως παρασχέσθαι μήτʼ ἄλλο πιστὸν μηδέν, ἑτέρους παρεμβάλλῃ λόγους κακουργῶν, καὶ βοᾷ καὶ σχετλιάζῃ μηδὲν πρὸς τὸ πρᾶγμα, πρὸς Διὸς καὶ θεῶν μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλὰ βοηθεῖτέ μοι τὰ δίκαια, ἐξ ἁπάντων τῶν εἰρημένων ἐνθυμούμενοι, ὅτι πολὺ δικαιότερόν ἐστι τὴν τῆς ἐμῆς μητρὸς προῖκα τῇ ἐμῇ θυγατρὶ εἰς ἔκδοσιν ὑμᾶς ψηφίσασθαι, ἢ Πλαγγόνα καὶ τούτους πρὸς τοῖς ἄλλοις καὶ τὴν οἰκίαν τὴν εἰς τὴν προῖκα ἐξαίρετον γενομένην ἀφελέσθαι ἡμᾶς παρὰ πάντα τὰ δίκαια.
← Önceki 15 / 15

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi