Thesauros Edebiyat Hitabet πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας

πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας Demosthenes
10 μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου—συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὅρκῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν· τούτων γὰρ γενομένων οὔτε τούτους ἀποστερήσεσθαι τῆς πολιτείας, τῷ τε πατρί μου οὐκέτι δυνήσεσθαι αὐτοὺς πράγματα παρέχειν, τῆς μητρὸς αὐτῶν οὐ δεξαμένης τὸν ὅρκον.
11 συγχωρηθέντων δὲ τούτων—τί ἂν ὑμῖν μακρολογοίην; ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. καὶ οὕτως ὁ πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδʼ ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν. καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δʼ ἕτερον Πάμφιλον.
12 ἐμὲ δʼ εὐθὺς ἔπειθε περὶ ὀκτωκαίδεκʼ ἔτη γεγενημένον τὴν Εὐφήμου γῆμαι θυγατέρα, βουλόμενος παῖδας ἐξ ἐμοῦ γενομένους ἐπιδεῖν. ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, νομίζων δεῖν καὶ πρότερον καὶ ἐπειδὴ οὗτοι ἐλύπουν αὐτὸν δικαζόμενοι καὶ πράγματα παρέχοντε, ἐμὲ τοὐναντίον εὐφραίνειν ἅπαντα ποιοῦντα ὅσα ἐκείνῳ χαριεῖσθαι μέλλοιμι, ἐπείσθην αὐτῷ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi