Thesauros Edebiyat Hitabet πρὸς Σπουδίαν ὑπὲρ προικός

πρὸς Σπουδίαν ὑπὲρ προικός

πρὸς Σπουδίαν ὑπὲρ προικός Demosthenes
18 τί ἔτι λοιπόν; ἀπαγγείλαντος Ἀριστογένους αὐτῷ περὶ ἁπάντων τούτων ἀκριβῶς, οὐδʼ ἐνταῦθʼ οὐδένα φαίνεται λόγον ποιησάμενος, ἀλλʼ ἐπιβιόντος μετὰ ταῦτα τοῦ Πολυεύκτου πλέον ἢ πένθʼ ἡμέρας, οὔτʼ ἠγανάκτησεν εἰσελθὼν οὔτʼ ἀντεῖπεν οὐδέν, οὐδʼ ἡ γυνή, παροῦσʼ ἐξ ἀρχῆς ἅπασιν τούτοις. ὥστʼ οὐκέτι Πολύευκτος αὐτὰ πεισθεὶς ἐμοὶ κατεχαρίζετο, ὡς ἔοικεν, ἀλλʼ ὑμεῖς αὐτοί. ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, μεμνημένοι σαφῶς, ἐὰν ἄρα τι περὶ αὐτῶν ἐγχειρῇ νυνὶ διαβάλλειν, ἀντίθετε. πρῶτον δʼ ἵνʼ εἰδῆτʼ ἀκριβῶς ὅτι τοῦτον τὸν τρόπον ἔχει, τῶν μαρτύρων ἀκούσατε. λέγε.
18 ΜΑΡΤΥΡΕΣ.
19 οὐκοῦν, ὦ ἄνδρες δικασταί, τῶν μὲν χιλίων δραχμῶν ὡς δικαίως καὶ προσοφειλομένων ἀπετίμησέ μοι τὴν οἰκίαν ὁ Πολύευκτος, αὐτὸς οὗτός μοι μαρτυρεῖ καὶ ἡ τούτου γυνὴ πρὸς τοῖς ἄλλοις τούτοις τοῖς μεμαρτυρηκόσι, συγχωροῦντες τότε καὶ οὔτε πρὸς τὸν Πολύευκτον ἀντειπόντες ἐπιβιόντα τοσαύτας ἡμέρας, οὔτε πρὸς τὸν Ἀριστογένη, ἐπεὶ τάχιστʼ ἤκουσαν. ἀλλὰ μὴν εἴ γε δικαίως ἀπετιμήθη, μεμνημένοις τοῦ νόμου κατὰ μὲν τοῦθʼ ὑμῖν οὐκ ἔστιν ἀποψηφίσασθαι Σπουδίου.
20 σκέψασθε δὲ καὶ περὶ τῶν εἴκοσι μνῶν, ἃς οὐκ ἐπαναφέρει· καὶ γὰρ ἐνταυθοῖ πάλιν αὐτὸς οὗτός μοι μέγιστος ἔσται μάρτυς, οὐ λόγῳ μὰ Δίʼ ὥσπερ νῦν ἀντιδικῶν (τουτὶ μὲν γὰρ οὐδὲν τεκμήριόν ἐστιν), ἀλλʼ ἔργῳ περιφανεῖ. τί ποιῶν, ὦ ἄνδρες δικασταί; τούτῳ γὰρ ἤδη προσέχετε τὸν νοῦν, ἵνʼ ἐὰν ἄρα τολμᾷ τι καὶ περὶ τῆς μητρὸς τῶν γυναικῶν βλασφημεῖν ἢ περὶ τῶν γραμμάτων, εἰδότας ὑμᾶς μὴ δύνηται λέγων ἐξαπατᾶν.
21 ταυτὶ γὰρ τὰ γράμματα κατέλιπεν μὲν ἡ Πολυεύκτου γυνή, καθάπερ εἶπον ὀλίγῳ πρότερον· ὁμολογουμένων δὲ τῶν σημείων καὶ παρὰ τῆς τούτου γυναικὸς καὶ παρὰ τῆς ἐμῆς, ἀμφότεροι παρόντες ἀνοίξαντες ἀντίγραφά τʼ ἐλάβομεν, κἀκεῖνα πάλιν κατασημηνάμενοι παρʼ Ἀριστογένει κατεθέμεθα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi