Thesauros Edebiyat Hitabet πρὸς Φαίνιππον περὶ ἀντιδόσεως

πρὸς Φαίνιππον περὶ ἀντιδόσεως

πρὸς Φαίνιππον περὶ ἀντιδόσεως Demosthenes
8 πρῶτον μὲν οὖν τῶν εἰρημένων τὰς μαρτυρίας ὑμῖν παρέξομαι, ἔπειτα καὶ περὶ τῶν ἄλλων ἀκούσεσθε πάσας τὰς ἀληθείας· τουτονὶ γάρ, ὦ ἄνδρες δικασταί, Φαίνιππον εὑρήσετʼ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξάμενον τοῦ μηδὲν δίκαιον ποιεῖν. παρεσημηνάμην τὰ οἰκήματα, τοῦ νόμου μοι δεδωκότος· οὗτος ἀνέῳξεν. καὶ τὸ μὲν ἀφελεῖν τὸ σημεῖον ὁμολογεῖ, τὸ δʼ ἀνοῖξαι τὴν θύραν οὐχ ὁμολογεῖ, ὥσπερ ἄλλου τινὸς ἕνεκα τὰ σημεῖα ἀφαιροῦντας ἢ τοῦ τὰς θύρας ἀνοῖξαι.
9 ἔπειτʼ ἀπεῖπον τὴν ὕλην μὴ ἐξάγειν· ἐξῆγεν οὗτος ἁπάσας τὰς ἡμέρας, πλὴν ἐκείνης ἐν ᾗ ἐγὼ ἀπεῖπον. χρέως οὐδʼ ὁτιοῦν ὠφείλετʼ ἐπὶ τῇ ἐσχατιᾷ· νῦν οὗτος ἀποφαίνει πολλά. ἁπλῶς ποιεῖ ὅ τι ἂν βούληται, οὐχ ὅ τι οἱ νόμοι κελεύουσιν. λέγε τὰς μαρτυρίας, πρῶτον μὲν τὰς περὶ τοῦ μετάλλου, ἔπειτα καὶ τὰς ἄλλας.
9 ΜΑΡΤΥΡΙΑΙ.
10 ἃ μὲν τοίνυν εὐθὺς τῇ πρώτῃ ἡμέρᾳ μετὰ τὰς ἀντιδόσεις ἤρξατό με Φαίνιππος ἀδικεῖν, ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐμοῦ καὶ τῶν μαρτύρων. τὰ δὲ μετὰ ταῦτα γεγενημένα οὐκέτι εἰς ἐμὲ μόνον αὐτῷ ἡμάρτηται, ἀλλὰ καὶ εἰς τοὺς νόμους, ὑπὲρ ὧν ὑμῖν ἅπασι σπουδαστέον ἐστίν.
11 ὀμόσας γὰρ τῇ ἑνδεκάτῃ τοῦ βοηδρομιῶνος μηνὸς ἀποφανεῖν ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν, καὶ τοῦ νόμου διαρρήδην λέγοντος τριῶν ἡμερῶν ἀφʼ ἧς ἂν ὀμόσῃ διδόναι τὴν ἀπόφασιν, ἐδεῖτό μου προσελθὼν πρόσθε τῶν δικαστηρίων μετὰ Πολυεύκτου τοῦ Κριωέως καὶ ἑτέρων τινῶν, πρῶτον μὲν περὶ διαλύσεως συνελθεῖν αὑτῷ· πάντα γάρ μοι τὰ δίκαια ποιήσειν· ἔπειτα τὴν ἀπόφασιν τῆς οὐσίας ἀναβαλέσθαι μὴ πολλὰς ἡμέρας· οὐ γὰρ ἀγνοεῖν μου τὰ πράγματα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi