58
ἐπαγγέλλειν δὲ περὶ μὲν τῶν δούλων τῷ δεσπότῃ, περὶ δὲ τῶν ἐλευθέρων τοῖς τὰ χρήματʼ ἔχουσιν· ἐὰν δὲ μὴ ᾖ χρήματα τῷ ἀποθανόντι, τοῖς προσήκουσι τοῦ ἀποθανόντος ἐπαγγέλλειν. ἐὰν δὲ τοῦ δημάρχου ἐπαγγείλαντος μὴ ἀναιρῶνται οἱ προσήκοντες, ὁ μὲν δήμαρχος ἀπομισθωσάτω ἀνελεῖν καὶ καταθάψαι καὶ καθῆραι τὸν δῆμον αὐθημερόν, ὅπως ἂν δύνηται ὀλιγίστου· ἐὰν δὲ μὴ ἀπομισθώσῃ, ὀφειλέτω χιλίας δραχμὰς τῷ δημοσίῳ. ὅ τι δʼ ἂν ἀναλώσῃ, διπλάσιον πραξάσθω παρὰ τῶν ὀφειλόντων· ἐὰν δὲ μὴ πράξῃ, αὐτὸς ὀφειλέτω τοῖς δημόταις.—τοὺς δὲ μὴ ἀποδιδόντας τὰς μισθώσεις τῶν τεμενῶν τῶν τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν καὶ τῶν ἐπωνύμων ἀτίμους εἶναι καὶ αὐτοὺς καὶ γένος καὶ κληρονόμους τοὺς τούτων, ἕως ἂν ἀποδῶσιν.
59
ταῦτα πάντα, ὅσα οἱ νόμοι προστάττουσιν τοὺς προσήκοντας ποιεῖν, ἡμῖν προστάττουσιν καὶ ἀναγκάζουσιν ποιεῖν, ὦ ἄνδρες δικασταί. Μακαρτάτῳ δὲ τουτῳὶ οὐδὲν διαλέγονται οὐδὲ Θεοπόμπῳ τῷ πατρὶ τῷ τούτου· οὐδὲ γάρ εἰσιν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τὸ παράπαν· πῶς ἂν οὖν τούτοις τι προστάττοιεν;
60
ἀλλʼ οὗτος, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τοὺς νόμους καὶ τὰς μαρτυρίας, ἃς ἡμεῖς παρεχόμεθα, δίκαιον οὐδʼ ὁτιοῦν ἔχει λέγειν, ἀγανακτεῖ δὲ καὶ δεινά φησι πάσχειν, ὅτι τοῦ πατρὸς τετελευτηκότος ἀγωνίζεται. ἐκεῖνο δʼ οὐκ ἐνθυμεῖται Μακάρτατος, ὦ ἄνδρες δικασταί, ὅτι ὁ πατὴρ αὐτοῦ ἄνθρωπος ἦν θνητός, καὶ τετελεύτηκεν μετʼ ἄλλων πολλῶν καὶ νεωτέρων καὶ πρεσβυτέρων. ἀλλʼ εἰ Θεόπομπος τετελεύτηκεν ὁ τουτουὶ πατήρ, οἱ νόμοι οὐ τετελευτήκασιν, οὐδὲ τὸ δίκαιον τετελεύτηκεν, οὐδʼ οἱ δικασταὶ οἱ τὴν ψῆφον ἔχοντες.
61
ἔστιν δʼ ὁ νῦν ἀγὼν καὶ ἡ διαδικασία οὐκ εἴ τις ἕτερος ἑτέρου πρότερος ἢ ὕστερος τετελεύτηκεν, ἀλλʼ εἰ μὴ προσήκει ἐξελαθῆναι ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τοὺς οἰκείους τοὺς Ἁγνίου, ἀνεψιοὺς ὄντας καὶ ἀνεψιῶν παῖδας Ἁγνίᾳ πρὸς πατρός, ὑπὸ τῶν ἐκ τοῦ Στρατίου οἴκου καὶ μηδὲν προσηκόντων ὥστε κληρονομεῖν τῶν Ἁγνίου, ἀλλὰ γένει ἀπωτέρω ὄντων. περὶ τούτου νῦν ἐσθʼ ὁ ἀγών.