Thesauros Edebiyat Hitabet πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου

πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου

πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου Demosthenes
55 νὴ Δίʼ, ἀλλʼ ἀκηκοὼς τοῦ αὑτοῦ πατρὸς διαμεμαρτύρηκεν. ὁ δέ γε νόμος ἀκοὴν τῶν τετελευτηκότων κελεύει διαμαρτυρεῖν, οὐ ζῶντος τοῦ πατρὸς τὰ ὑπʼ ἐκείνου πραχθέντα. ἐπεὶ κἀκεῖνο· διὰ τί ποτε Λεώστρατος οὑτοσὶ οὐχ αὑτόν, ἀλλὰ τοῦτον ἐπεγράψατο τῇ διαμαρτυρίᾳ; τὰ γὰρ πρεσβύτερα τῶν πραγμάτων τὸν πρεσβύτερον ἔδει διαμαρτυρεῖν. ὅτι νὴ Δίʼ, ἂν εἴποι, τοῦτον γὰρ εἰσπεποίηκα υἱὸν τῷ Ἀρχιάδῃ.
56 οὐκοῦν σὲ τὸν εἰσποιοῦντα καὶ κατασκευάζοντα τὰ πράγματα καὶ λόγον ἔδει διδόναι, γενόμενον ὑπεύθυνον ὧν πεποίηκας· πολλή γε ἀνάγκη. ἀλλὰ τοῦτο μὲν ἔφυγες, τῇ διαμαρτυρίᾳ δὲ τοῦτον οὐδὲν εἰδότʼ ἐπεγράψω. ὥστε φανερὸν ὑμῖν ἐστιν, ὦ ἄνδρες δικασταί, τὰ διαμαρτυρούμενα μὴ εἶναι ἀληθῆ, καὶ παρʼ αὐτοῖς γε τούτοις ὁμολογεῖται. καὶ μὴν κἀκεῖνο δίκαιόν ἐστιν, μὴ λέγοντος αὐτίκα μάλʼ ἀκούειν Λεωστράτου τουτουί, ὑπὲρ ὧν γε διαμαρτυρῆσαι οὐκ ἐτόλμησεν.
57 ὡς δὲ καὶ τῶν ἀγώνων ἀδικώτατοι καὶ πλείστης ὀργῆς ἄξιοι τοῖς ἀγωνιζομένοις αἱ διαμαρτυρίαι εἰσίν, μάλιστʼ ἄν τις ἐκεῖθεν καταμάθοι. πρῶτον μὲν γὰρ οὐκ ἀναγκαίως ἔχουσιν, ὥσπερ οἱ ἄλλοι, ἀλλʼ ἐκ προαιρέσεως καὶ βουλήσεως τῆς τοῦ διαμαρτυροῦντος γίγνονται. εἰ μὲν γὰρ ὑπὲρ τῶν διαμφισβητουμένων μὴ ἔστιν ἄλλον τρόπον δίκην λαβεῖν ἢ διαμαρτυρήσαντα, ἴσως ἀναγκαῖον τὸ διαμαρτυρεῖν·
58 εἰ δὲ καὶ ἄνευ διαμαρτυρίας πρὸς ἅπασι τοῖς συνεδρίοις ἔνεστι λόγου μὴ ἀποστερηθῆναι, πῶς οὐ προπετείας καὶ τῆς μεγίστης ἀπονοίας σημεῖον τὸ διαμαρτυρεῖν ἐστιν; οὐδὲ γὰρ ὁ νομοθέτης ἀναγκαῖον αὐτὸ ἐποίησεν τοῖς ἀντιδίκοις, ἀλλʼ ἂν βούλωνται διαμαρτυρεῖν, ἔδωκεν, ὥσπερ διάπειραν ποιούμενος τῶν τρόπων ἑνὸς ἑκάστου ἡμῶν, πῶς ποτʼ ἔχοιμεν πρὸς τὸ προπετῶς τι πράττειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi