Thesauros Edebiyat Hitabet κατὰ Κόνωνος αἰκείας

κατὰ Κόνωνος αἰκείας

κατὰ Κόνωνος αἰκείας Demosthenes
14 καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί, καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς, οἳ παίζοντες οἷʼ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται, καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους, τοὺς δʼ αὐτοληκύθους, ἐρῶσι δʼ ἐκ τούτων ἑταιρῶν τινές, καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα, καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, καὶ ταῦτʼ εἶναι νέων ἀνθρώπων. ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει, ἀγνώμονας δὲ καὶ πικρούς.
15 ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφʼ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτʼ ἀγανακτήσαιμʼ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τʼ εἰπεῖν, εἰ ταῦτʼ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρʼ ὑμῖν ἐστιν, ὥσθʼ, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθʼ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδʼ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.
16 ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθʼ ὑβρίζοντες ὑπʼ οὐδενὸς ἀνθρώπων ἑωράμεθα, οὐδʼ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν, εἰ περὶ ὧν ἠδικήμεθʼ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην λαβεῖν. ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν εἶναι τοῖς υἱέσι τοῖς τούτου, καὶ ἔγωγʼ εὔχομαι τοῖς θεοῖς εἰς Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθʼ ἅπαντα τρέπεσθαι.
17 οὗτοι γάρ εἰσιν οἱ τελοῦντες ἀλλήλους τῷ ἰθυφάλλῳ, καὶ τοιαῦτα ποιοῦντες ἃ πολλὴν αἰσχύνην ἔχει καὶ λέγειν, μή τί γε δὴ ποιεῖν ἀνθρώπους μετρίους. ἀλλὰ τί ταῦτʼ ἐμοί; θαυμάζω γὰρ ἔγωγε, εἴ τίς ἐστιν πρόφασις παρʼ ὑμῖν ἢ σκῆψις ηὑρημένη διʼ ἥν, ἂν ὑβρίζων τις ἐξελέγχηται καὶ τύπτων, δίκην οὐ δώσει. οἱ μὲν γὰρ νόμοι πολὺ τἀναντία καὶ τὰς ἀναγκαίας προφάσεις, ὅπως μὴ μείζους γίγνωνται, προείδοντο, οἷον (ἀνάγκη γάρ μοι ταῦτα καὶ ζητεῖν καὶ πυνθάνεσθαι διὰ τοῦτον γέγονεν) εἰσὶ κακηγορίας δίκαι·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi