Thesauros Edebiyat Hitabet ἔφεσις πρὸς Εὐβουλίδην

ἔφεσις πρὸς Εὐβουλίδην

ἔφεσις πρὸς Εὐβουλίδην Demosthenes
70 ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, τοὺς ἐννέα ἄρχοντας ἀνακρίνετε, εἰ γονέας εὖ ποιοῦσιν. ἐγὼ δὲ τοῦ μὲν πατρὸς ὀρφανὸς κατελείφθην, τὴν δὲ μητέρʼ ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ διὰ τοῦτον τὸν ἀγῶνʼ ἀπόδοτέ μοι θάψαι εἰς τὰ πατρῷα μνήματα καὶ μή με κωλύσητε, μηδʼ ἄπολιν ποιήσητε, μηδὲ τῶν οἰκείων ἀποστερήσητε τοσούτων ὄντων τὸ πλῆθος, καὶ ὅλως ἀπολέσητε. πρότερον γὰρ ἢ προλιπεῖν τούτους, εἰ μὴ δυνατὸν ὑπʼ αὐτῶν εἴη σωθῆναι, ἀποκτείναιμʼ ἂν ἐμαυτόν, ὥστʼ ἐν τῇ πατρίδι γʼ ὑπὸ τούτων ταφῆναι.
← Önceki 17 / 17

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi