Thesauros Edebiyat Hitabet ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου Demosthenes
6 ὁ νόμος οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῖς προαιρουμένοις ἢ γράφεσθαι γραφὰς ἢ φαίνειν ἢ ἄλλο τι ποιεῖν τῶν ἐν τῷ νόμῳ τούτῳ γεγραμμένων προλέγει διαρρήδην, ἐφʼ οἷς ἕκαστόν ἐστιν τούτων ποιητέον. ἔστι δὲ ταῦτα, ὥσπερ ἠκούσατε ἐξ αὐτοῦ τοῦ νόμου, ἐὰν ἐπεξιών τις μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, χιλίας ἀποτίνειν, κἂν μὴ ἐπεξίῃ γʼ, ὦ Θεοκρίνη, χιλίας ἑτέρας, ἵνα μήτε συκοφαντῇ μηδείς, μήτε ἄδειαν ἔχων ἐργολαβῇ καὶ καθυφιῇ τὰ τῆς πόλεως. φημὶ δὴ κατὰ ταύτην τὴν ἔνδειξιν ἔνοχον εἶναι Θεοκρίνην τῷ φήναντα Μίκωνα Χολλῄδην μὴ ἐπεξελθεῖν, ἀλλʼ ἀργύριον λαβόντα ἀποδόσθαι τὸ πρᾶγμα.
7 καὶ τοῦτο ἀποδείξω σαφῶς, ὡς ἐγὼ νομίζω. καίτοι Θεοκρίνης γε, ὦ ἄνδρες δικασταί, καὶ οἱ μετὰ τούτου οὐδὲν ὅ τι οὐ πεποιήκασι προσιόντες τοῖς μάρτυσι καὶ τὰ μὲν ἀπειλοῦντες αὐτοῖς, τὰ δὲ πείθοντες μὴ μαρτυρεῖν. ἀλλʼ ὅμως ἐὰν ὑμεῖς βούλησθε τὰ δίκαια βοηθεῖν μοι, καὶ κελεύητε αὐτούς, μᾶλλον δὲ ἀναγκάζοντος ἐμοῦ συναναγκάζητε, ἤτοι μαρτυρεῖν ἢ ἐξόμνυσθαι, καὶ μὴ ἐᾶτε λόγους λέγειν, εὑρεθήσεται τἀληθές. λέγε οὖν πρῶτον μὲν τὴν φάσιν, εἶτα τὰς μαρτυρίας.
7 ΦΑΣΙΣ.
8 ταύτην τὴν φάσιν, ὦ ἄνδρες δικασταί, ἔδωκεν μὲν οὑτοσὶ προσκαλεσάμενος τὸν Μίκωνα, ἔλαβεν δὲ ὁ γραμματεὺς ὁ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, Εὐθύφημος. ἐξέκειτο δὲ πολὺν χρόνον ἔμπροσθεν τοῦ συνεδρίου ἡ φάσις, ἕως λαβὼν ἀργύριον οὗτος εἴασε διαγραφῆναι καλούντων αὐτὸν εἰς τὴν ἀνάκρισιν τῶν ἀρχόντων. ὅτι δὲ ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν κάλει ὃς ἐγραμμάτευε τῇ ἀρχῇ, Εὐθύφημον.
8 ΜΑΡΤΥΡΙΑ.
9 λέγε δὴ καὶ τὴν τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν μαρτυρίαν. λέγε.
9 ΜΑΡΤΥΡΙΑ.
9 κάλει δὲ καὶ τοὺς τοῦ ἐμπορίου ἐπιμελητάς, καὶ αὐτὸν τὸν Μίκωνʼ οὗ ἔφηνε τὸ πλοῖον· καὶ τὰς μαρτυρίας ἀναγίγνωσκε.
9 ΜΑΡΤΥΡΙΑΙ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi