Thesauros Edebiyat Hitabet ἐρωτικὸς

ἐρωτικὸς

ἐρωτικὸς Demosthenes
53 καὶ νόμιζε τοὺς μὲν ἄλλους λόγους, ὅταν ἐπιεικῶς ἔχωσιν, τοῖς εἰποῦσιν δόξαν περιτιθέναι, τὰς δὲ συμβουλίας τοῖς πεισθεῖσιν ὠφέλειαν καὶ τιμὴν προσάπτειν· καὶ τὰς μὲν περὶ τῶν ἄλλων κρίσεις τὴν αἴσθησιν ἣν ἔχομεν δηλοῦν, τὰς δὲ τῶν ἐπιτηδευμάτων αἱρέσεις τὴν ὅλην φύσιν ἡμῶν δοκιμάζειν. ἐν οἷς ἅμα κρίνων αὐτὸς κριθήσεσθαι προσδόκα παρὰ πᾶσιν, κἀμὲ τὸν οὕτως ἐγκωμιάσαντά σʼ ἑτοίμως ἐν ἀγῶνι γενήσεσθαι τῆς σῆς δοκιμασίας.
54 διʼ ἃ δεῖ σε τῶν ἐπαίνων ἄξιον εἶναι δόξαντα καὶ ἐμὲ τῆς σῆς φιλίας ἀνεπιτίμητον ἀφεῖναι. οὐχ οὕτως δʼ ἄν σε προθύμως ἐπὶ τὴν φιλοσοφίαν παρεκάλουν, εἰ μὴ τῆς μὲν εὐνοίας τῆς ἐμῆς τοῦτον ἄν σοι κάλλιστον ἔρανον εἰσενεγκεῖν ᾤμην, τὴν δὲ πόλιν ἑώρων διὰ μὲν ἀπορίαν τῶν καλῶν κἀγαθῶν ἀνδρῶν τοῖς τυχοῦσιν πολλάκις χρωμένην, διὰ δὲ τὰς τούτων ἁμαρτίας αὐτὴν ταῖς μεγίσταις ἀτυχίαις περιπίπτουσαν.
55 ἵνʼ οὖν ἡ μὲν τῆς σῆς ἀρετῆς, σὺ δὲ τῶν παρὰ ταύτης τιμῶν ἀπολαύσῃς, προθυμότερόν σοι παρεκελευσάμην. καὶ γὰρ οὐδʼ ἐπὶ σοὶ νομίζω γενήσεσθαι ζῆν ὡς ἔτυχεν, ἀλλὰ προστάξειν σοι τὴν πόλιν τῶν αὑτῆς τι διοικεῖν, καὶ ὅσῳ τὴν φύσιν ἐπιφανεστέραν ἔχεις, τοσούτῳ μειζόνων ἀξιώσειν καὶ θᾶττον βουλήσεσθαι πεῖράν σου λαμβάνειν. καλὸν οὖν παρεσκευάσθαι τὴν γνώμην, ἵνα μὴ τότε πλημμελῇς.
56 τοῦτο μὲν οὖν ἐμὸν ἦν ἔργον, εἰπεῖν ἅ σοι συμφέρειν ἡγοῦμαι πεπρᾶχθαι, σὸν δὲ βουλεύσασθαι περὶ αὐτῶν. προσήκει δὲ καὶ τοὺς ἄλλους τοὺς ζητοῦντας οἰκείως πρὸς σὲ διακεῖσθαι μὴ τὰς ἐπιπολαίους ἡδονὰς καὶ διατριβὰς ἀγαπᾶν, μηδʼ ἐπὶ ταύτας προκαλεῖσθαι, ἀλλὰ φιλοπονεῖν καὶ σκοπεῖν ὅπως τὸν σὸν βίον ὡς λαμπρότατον καταστήσουσιν· αὐτοί τε γὰρ οὕτως ἂν μάλιστʼ ἐπαινοῖντο καὶ σοὶ πλείστων ἀγαθῶν αἴτιοι γένοιντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi