Thesauros Edebiyat Hitabet προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
2 εὔχομαι δὲ τοῖς θεοῖς τοὺς ἢ φιλονικίας ἢ ἐπηρείας ἤ τινος ἄλλης ἕνεκʼ αἰτίας ἄλλο τι, πλὴν ἅ ποθʼ ἡγοῦνται συμφέρειν, λέγοντας παύσασθαι· τὸ γὰρ καταρᾶσθαι συμβουλεύοντʼ ἴσως ἔστʼ ἄτοπον. αἰτιασαίμην μὲν οὖν ἔγωγʼ ἂν οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ κακῶς τὰ πράγματʼ ἔχειν ἀλλʼ ἢ πάντας τούτους· οἴομαι δὲ δεῖν παρὰ μὲν τούτων ἐφʼ ἡσυχίας λόγον ὑμᾶς λαβεῖν, νῦν δʼ ὑπὲρ τῶν παρόντων, ὅπως ἔσται βελτίω, σκοπεῖν.
32 ΛΒ
1 ἐβουλόμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστʼ ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵνʼ οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντʼ εἶναι, τὰ δʼ ὑμέτερα, ὥσπερ ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δʼ ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν.
2 καὶ δῆτα θαυμάζω, πότερά ποθʼ οἱ τοιοῦτοι λόγοι τὸν λέγονθʼ ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, ἢ συνιέντες οὗτοι τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλʼ ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐδʼ ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλʼ ἐπὶ τῷ κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖʼ ὡς ἔοικεν τοῦ τὰ μέγιστʼ αἰσθάνεσθαι κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μηδʼ ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δʼ ἄλλη τις ὕπεστι διʼ ἣν ταῦτα προαιροῦνται, πῶς οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτʼ ἐστίν;
3 ἐγὼ δʼ οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ οὕτως ὁρῶν ἠγμένους ὑμᾶς· καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθʼ ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντʼ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατʼ ἐξ ὧν ἐπείσθητε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi