Thesauros Edebiyat Hitabet προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
1 ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δʼ οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτʼ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι.
2 ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτʼ εὔνους ὢν τῇ πόλει· νῦν δʼ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθʼ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δʼ οἶδά ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτʼ ἀνοήτου δοκοῦντος εἶναι οὔτʼ ἀπείρου πολέμου,
3 Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ ἢ τὰ γενήσεται, ἀλλʼ ὅπως τά· οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι· νῦν δʼ ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους διʼ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκʼ ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε.
51 ΝΑ
1 οὐδένʼ ἂν ᾠόμην, ὦ ἄνδρες Ἀθηναῖοι, πιστεύοντα τοῖς πεπραγμένοις ἐγκαλέσαι τοῖς καθιστᾶσιν εἰς λόγον ταῦτα· ὅσῳ γὰρ ἂν πλεονάκις ἐξετάζῃ τις αὐτά, ἀνάγκη τοὺς τούτων αἰτίους εὐδοκιμεῖν. οὐ μὴν ἀλλά μοι δοκοῦσιν αὐτοὶ φανερὸν καθιστάναι οὐκ ἐπί τῳ τῶν τῇ πόλει συμφερόντων πράξαντες. ὡς γοῦν ἐξελέγχεσθαι μέλλοντες, ἂν πάλιν εἰς λόγον ἔλθωσιν, φεύγουσι καὶ δεινὰ ποιεῖν ἡμᾶς φασιν. καίτοι ὅταν τοὺς ἐξελέγχειν βουλομένους δεινὰ ποιεῖν αἰτιᾶσθε, τί ἡμεῖς τοὺς ἡμᾶς αὐτοὺς ἐξηπατηκότας τηνικαῦτα λέγωμεν;
52 ΝΒ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi