Thesauros Edebiyat Hitabet Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
30 ἐπειδὴ δʼ ἃ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως ὥστε δύʼ ἔχειν ἑταίρας, αἳ μέχρι φθόης καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δʼ ὀφλόντα ῥᾷον ἐκτεῖσαι ἢ πέντε δραχμὰς ἂν ἔδειξε πρότερον, πρὸς δὲ τούτοις παρʼ ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, ὃ κοινὸν ὄνειδός ἐστιν ἅπασιν, ἀλλὰ καὶ θύονθʼ ὑπὲρ ὑμῶν τὰς πατρίους θυσίας ἐν Δελφοῖς;
31 ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν ᾖ παραδείγματα, ἀφʼ ὧν ἃ λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτʼ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἡ καθήκουσα μοῖρα καὶ ἡ τύχη καὶ ὁ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δʼ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δʼ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ.
32 ὧν ἑτέρους εὐνουστέρους οὐδʼ αὐτοὶ νομίζετε· εἰ δʼ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δʼ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθʼ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλʼ ὅταν γε τοιαῦθʼ οἷα τὰ νῦν, παραδείγματʼ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι;
33 ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε· οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δʼ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότʼ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδένʼ ὑμῶν οὔτε δεδοίκασιν οὔτʼ αἰσχύνονται. ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι.
34 πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθʼ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπʼ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi