Thesauros Edebiyat Hitabet Περὶ τοῦ Μενεκλέους κλήρου

Περὶ τοῦ Μενεκλέους κλήρου

Περὶ τοῦ Μενεκλέους κλήρου Isaeus ca. 420-ca. 350 B.C
47 μὴ οὖν, ὦ ἄνδρες, πεισθέντες ὑπὸ τούτων ἀφέλησθέ μου τὸ ὄνομα, τῆς κληρονομίας ὃ ἔτι μόνον λοιπόν ἐστιν,ἐστινTyrwhitt: ἔσται. ἄκυρον δὲ τὴν ποίησιν αὐτοῦ καταστήσητεκαταστήσητεedd.: καταστήσετε. · ἀλλʼ ἐπειδὴ τὸ πρᾶγμα εἰς ὑμᾶς ἀφῖκται καὶ ὑμεῖς κύριοι γεγόνατε, βοηθήσατε καὶ ἡμῖν καὶ ἐκείνῳ τῷ ἐν Ἅιδου ὄντι, καὶ μὴ περιίδητε, πρὸς θεῶν καὶ δαιμόνων δέομαι ὑμῶν, προπηλακισθέντα αὐτὸν ὑπὸ τούτων, ἀλλὰ μεμνημένοι τοῦ νόμου καὶ τοῦ ὅρκου ὃν ὀμωμόκατε καὶ τῶν εἰρημένων ὑπὲρ τοῦ πράγματος, τὰ δίκαια καὶ τὰ εὔορκα κατὰ τοὺς νόμους ψηφίσασθε.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi