46
καὶ οὐκ [ἂν] εἰσήγγειλαςεἰσήγγειλαςSchoemann: -γελλες. πρὸς τὸν ἄρχοντα κακοῦσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ εἰσποιήτου οὕτως ὑβριζομένην καὶ ἄκληρον τῶν ἑαυτῆς πατρῴων καθισταμένην, ἄλλως τε καὶ μόνων τούτων τῶν δικῶν ἀκινδύνων τοῖς διώκουσιν οὐσῶν καὶ ἐξὸν τῷ βουλομένῳ βοηθεῖν ταῖς ἐπικλήροις;
47
οὔτε γὰρ ἐπιτίμιον ταῖς πρὸς τὸν ἄρχοντα εἰσαγγελίαις ἔπεστιν,ἔπεστινReiske: ἔνεστιν. οὐδʼ ἐὰν μηδεμίανμηδεμίανBekker: οὐδεμίαν. τῶν ψήφων οἱ εἰσαγγείλαντες μεταλάβωσιν, οὔτε πρυτανεῖα οὔτε παράστασις οὐδεμίᾳοὐδεμίᾳPhotiades: -α. τίθεται τῶν εἰσαγγελιῶν· ἀλλὰ τοῖς μὲν διώκουσιν ἀκινδύνως εἰσαγγέλλειν ἔξεστι, [τῷ βουλομένῳ], τοῖς δʼ ἁλισκομένοις ἔσχαται τιμωρίαι ἐπὶ ταῖς εἰσαγγελίαις ἔπεισιν.
48
ἔπειτα εἰ ἦν ἐξ ἐγγυητῆς ἡ τούτου ἀδελφιδῆ τῷ ἡμετέρῳ θείῳ γεγενημένη, ἐπέτρεψεν ἂν Νικόδημος ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι; καὶ γενομένων αὐτῶν οὐκ ἂν εἰσήγγειλεεἰσήγγειλεBaiter: -γελλε. πρὸς τὸν ἄρχοντα ὑβρίζεσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ οὕτως ἐγγυήσαντος αὐτήν; καὶ, εἰ ἦν ἀληθῆ ἃ νυνὶ τετόλμηκαςτετόλμηκαςReiske: τετολμήκασι. μαρτυρῆσαι, παραχρῆμα εὐθὺς τότε ἐτιμωρήσω ἂν τὸν ἀδικοῦντα. ἢ καὶ ταῦτα λαθεῖν σεαυτὸν προσποιήσει;
49
ἔπειτʼ οὐδʼ ἐκ τῆς ἐπιδοθείσης αὐτῇ προικὸς ᾔσθου; ὥστε καὶ διʼ αὐτὸ τοῦτο ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν, εἰ αὐτὸς μὲν τριτάλαντον οἶκον ἔχειν ἠξίου ὡς προσῆκον αὑτῷ, τῇ δὲ γνησίᾳ οὔσῃ 〈θυγατρὶ〉θυγατρὶadd Rauchenstein. [τρις]χιλίας δραχμὰς προῖκα ἐπιδοὺς ἐκδοῦναι ἠξίωσεν ἄλλῳ. εἶτʼ ἐπὶ τούτοις οὐκ ἀγανακτήσας εἰσήγγειλεν ἂν τὸν Ἔνδιον οὗτος; ναὶ μὰ Δία, εἴ γʼ ἦν ἀληθὲς τὸ πρᾶγμα.
50
οἶμαι δὲ οὐδʼ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδʼ ἄλλον γεγεScheibe: δὲ. τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐδʼ αὖαὖBekker: ἂν. ὀλίγωρον τῶν νόμων τῶν κειμένων γίγνεσθαι, ὥσθʼ ὑπαρχούσης γνησίας θυγατρὸς τῷ τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθʼ ἑαυτοῦ. ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσήκει. εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφισβήτησαν οὗτοι;