Thesauros Edebiyat Hitabet Περὶ τοῦ Πύρρου κλήρου

Περὶ τοῦ Πύρρου κλήρου

Περὶ τοῦ Πύρρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
4 ἐκεῖνόν τε ἐξελέγξαντες περιφανῶς τὰ ψευδῆ μεμαρτυρηκότα τὴν τῶν ψευδομαρτυρίωνἐπισκηψάμενοιTaylor: ἐπισκεψ-. δίκην εἵλομεν παρʼ ὑμῖν, καὶ τουτονὶ Νικόδημον παραχρῆμα ἐξηλέγξαμεν ἐν τοῖς αὐτοῖς δικασταῖς ἀναισχυντότατον τῇ μαρτυρίᾳ ὄντα ταύτῃ, ὅς γε ἐτόλμησε μαρτυρῆσαι ἐγγυῆσαι τῷ θείῳ τῷ ἡμετέρῳ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ γυναῖκα εἶναι κατὰ τοὺς νόμους.
5 ὅτι μὲν οὖν καὶ ἐν τῇ προτέρᾳ δίκῃ ἡ τούτου μαρτυρία ψευδὴς ἔδοξεν εἶναι, ὁ τόθʼ ἑαλωκὼς μάρτυς σαφέστατα τοῦτον ἐξελέγχει. εἰ γὰρ μὴ ἐδόκει οὗτος τὰ ψευδῆ τότε μαρτυρῆσαι, δῆλον ὅτι ἐκεῖνός τʼ ἂν ἀποφυγὼν τὴν διαμαρτυρίαν ἀπῆλθε, καὶ κληρονόμος ἂν τῶν τοῦ θείου ἡ διαμαρτυρηθεῖσα γνησία θυγάτηρ εἶναι, ἀλλʼ οὐκ ἂν ἡ ἡμετέρα κατέστη μήτηρ.
6 ἁλόντος δὲ τοῦ μάρτυρος καὶ ἀποστάσης τοῦ κλήρου τῆς ἀμφισβητούσης σβητούσης γνησίας θυγατρὸς Πύρρῳ εἶναι, μεγάλη ἀνάγκη ἅμα καὶ τὴν τούτου μαρτυρίαν ἑαλωκέναι· περὶ γὰρ αὐτοῦ τούτου διαμαρτυρήσας τὴν τῶν ψευδομαρτυρίωνψευδομαρτυρίωνWyse: -τύρων. δίκην ἠγωνίζετο, πότερον ἐξ ἐγγυητῆς ἢ ἐξ ἑταίρας ἡ ἀμφισβητοῦσα τοῦ κλήρου τῷ θείῳ [γυναικὸς] εἴη· γνώσεσθε 〈δʼ〉δʼadd. Aldus. ἀκούσαντες καὶ ὑμεῖς τῆς τε ἀντωμοσίας τῆς ἡμετέρας καὶ τῆς τούτου μαρτυρίας καὶ τῆς ἁλούσης διαμαρτυρίας.
7 ἀναγίγνωσκε λαβὼν τασδὶ αὐτοῖς.
7 Ἀντωμοσία Μαρτυρία Διαμαρτυρία
7 ὡς μὲν ἔδοξε παραχρῆμα εὐθὺς τότε 〈πᾶσι〉πᾶσιadd. Roussel. τὰ ψευδῆ μαρτυρῆσαιμαρτυρῆσαιReiske: διαμαρτ-. Νικόδημος ἐπιδέδεικται [τότε πᾶσι]· προσήκει δὲ καὶ παρʼ ὑμῖν τοῖς περὶ αὐτοῦ τούτου τὴν δίκην μέλλουσι ψηφιεῖσθαι ἐξελεγχθῆναι τὴν τούτου μαρτυρίαν.
8 ἐπιθυμῶ δὲ πρῶτον μὲν [περὶ αὐτοῦ τούτου] πυθέσθαι, ἥν τινά ποτε προῖκά φησιν ἐπιδοὺς ἐκδοῦναι τὴν ἀδελφὴν ὁ μεμαρτυρηκὼς τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ, εἶτα πότερον ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ζῶντα ἢ τελευτήσαντος τὸν οἶκον αὐτοῦ, καὶ παρʼ ὅτου ἐκομίσατο τὴν τῆς ἀδελφῆς προῖκα οὗτος, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ μεμαρτύρηκεν οὗτος αὐτὴν ἐγγυῆσαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi