Thesauros Edebiyat Hitabet Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου Isaeus ca. 420-ca. 350 B.C
25 ταῦτα μὲν πεπόνθαμεν ὑπὸ Δικαιογένους,ὦ ἄνδρες· ὁ δʼ ἐγγυησάμενος αὐτὸν Λεωχάρης καὶ τῶν πάντων ἡμῖν κακῶν αἴτιος οὔ φησιν ἐγγυήσασθαι ἃ καταμαρτυρεῖται αὐτοῦ, ὅτι ἐν τῷ γραμματείῳ τῷ ἐπὶ τοῦ δικαστηρίου γραφέντι οὐκ ἔνεστι ταῦτα. ἡμεῖς δέ, ὦ ἄνδρες, τότʼ ἐπὶ τοῦ βήματος σπεύδοντες τὰ μὲν ἐγράψαμεν, τῶν δὲ μάρτυρας ἐποιησάμεθα· οὗτοι δέ, ἃ μὲν αὐτοῖς συμφέρει τῶν ὁμολογηθέντων τότε, κύριά φασιν εἶναι, εἰ καὶ μὴ γέγραπται, ἃ δʼ οὐ συμφέρει, οὐ κύρια, εἰ μὴ γέγραπται.
26 ἐγὼ δʼ, ὦ ἄνδρες, οὐ θαυμάζω ὅτι ἔξαρνοί εἰσι τὰ ὡμολογημένα· οὐδὲ γὰρ τὰ γραφέντα ἐθέλουσι ποιεῖν. ἡμεῖς δʼ ὡς λέγομενλέγομενReiske: ἐλέγομεν. ἀληθῆ, καὶ ἄλλο τι τεκμήριον παρεξόμεθα. Πρωταρχίδῃ γὰρ τῷ Ποταμίῳ ἔδωκε Δικαιογένης τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐπὶ τετταράκοντα μναῖς, ἀντὶ δὲ τῆς προικὸς τὴν οἰκίαν αὐτῷ τὴν ἐν Κεραμεικῷ παρέδωκε. ταύτῃ δὲ τῇ γυναικί, ἣν ὁ Πρωταρχίδης ἔχει, προσήκει τοῦ κλήρου μέρος ὅσον περ τῇ μητρὶ τῇ ἐμῇ.
27 ἐπεὶ δʼ οὖν ἀπέστη Δικαιογένης ταῖς γυναιξὶ τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἠξίου ὁ Λεωχάρης τὸν Πρωταρχίδην παραδιδόναι αὑτῷ τὴν συνοικίαν ἣν εἶχεν ἀντὶ τῆς προικός, ὡς ὄντι ἐγγυητῇ αὑτῷ,αὑτῷBaiter-Sauppe: αὐτῷ. τὸ δὲ μέρος ὑπὲρ τῆς γυναικὸς τοῦ κλήρου παρʼ αὑτοῦαὑτοῦBaiter-Sauppe: αὐτοῦ. κομίζεσθαι. παραλαβὼν δὲ τὴν συνοικίαν τὸ μέρος οὐ παρέδωκε. καὶ τούτων ὑμῖν μάρτυρα τὸν Πρωταρχίδην παρέξομαι.
28 ΜάρτυςμάρτυςAldus: μάρτυρες.
28 περὶ δὲ ἐπισκευῆς τοῦ βαλανείου καὶ οἰκοδομίας καὶ πρότερον εἴρηκε Δικαιογένης καὶ νῦν ἴσως ἐρεῖ, ὡς ὁμολογήσαντες αὐτῷ αὐτῷ ἀποδώσειν τὰ ἀνηλωμένα οὐκ ἀπεδώκαμεν, καὶ ὅτι διὰ τοῦτο οὐ δύναται ἀπαλλάσσειν τοὺς χρήστας, οὐδὲ ἡμῖν παραδοῦναι ἃ δεῖ αὐτόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi