Thesauros Edebiyat Hitabet Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
12 Μαρτυρία
12 ὑμεῖς μὲν τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβέστατον ἔλεγχον νομίζετε· καὶ ὁπόταν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται καὶ δέῃ εὑρεθῆναί τι τῶν ζητουμένων, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε εὑρεῖν τὴν ἀλήθειαν τῶν γεγενημένων. εἰκότως, ὦ ἄνδρες· σύνιστε γὰρ ὅτι τῶν μὲν μαρτυρησάντων ἤδη τινὲς ἔδοξαν οὐ τἀληθῆ μαρτυρῆσαι, τῶν δὲ βασανισθέντων οὐδένες πώποτε ἐξηλέγχθησαν ὡς οὐκ ἀληθῆ ἐκ τῶν βασάνων εἰπόντες.
13 οὗτος δʼ ὁ πάντων ἀναισχυντότατος ἀνθρώπων λόγοις πεπλασμένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυροῦσιν ἀξιώσει πιστεύειν ὑμᾶς, φεύγων οὕτως ἀκριβεῖς ἐλέγχους; ἀλλʼ οὐχ ἡμεῖς, ἀλλὰ πρότερον ὑπὲρ τῶν μαρτυρηθήσεσθαι μελλόντων ἀξιώσαντες εἰς βασάνους ἐλθεῖν, τούτου δὲ φεύγοντος,τούτου δὲ φεύγοντοςVoightlaender: τούτους δὲ φεύγοντας. οὕτως οἰησόμεθα δεῖν ὑμᾶς τοῖς ἡμετέροις μάρτυσι πιστεύειν. λαβὲ οὖν αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.
14 Μαρτυρίαι
14 τίνας εἰκὸς εἰδέναι τὰ παλαιά; δῆλον ὅτι τοὺς χρωμένους τῷ πάππῳ. μεμαρτυρήκασι τοίνυν ἀκοὴν οὗτοι. τίνας εἰδέναι τὰ περὶ τὴν ἔκδοσιν τῆς μητρὸς ἀνάγκη; τοὺς ἐγγυησαμένους καὶ τοὺς ἐκείνοις παρόντας ὅτε ἠγγυῶντο. μεμαρτυρήκασι τοίνυν οἵ τε Ναυσιμένους προσήκοντες καὶ οἱ τοῦ ἐμοῦ πατρός. τίνες δὲ οἱ τρεφομένην ἔνδονἔνδονReiske: εἶδον. καὶ θυγατέρα οὖσαν εἰδότες γνησίαν Κίρωνος; οἱ νῦν ἀμφισβητοῦντες ἔργῳ φανερῶς μαρτυροῦσιν ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, φεύγοντες τὴν βάσανον. ὥστε οὐ δήπου τοῖς ἡμετέροις ἂν ἀπιστήσαιτεἀπιστήσαιτεReiske: -ητε. εἰκότως, ἀλλὰ πολὺ μᾶλλον τοῖς τούτων μάρτυσιν.
15 ἡμεῖς τοίνυν καὶ ἄλλα τεκμήρια πρὸς τούτοις ἔχομεν εἰπεῖν, [ἵνα γνώσεσθε] ὅτι ἐκ θυγατρὸς ἡμεῖς Κίρωνός ἐσμεν. οἷα γὰρ εἰκὸς παίδων ὄντωνὄντωνSauppe: υἱέων. ἐξ ἑαυτοῦ θυγατρός, οὐδεπώποτε θυσίαν ἄνευ ἡμῶν οὐδεμίαν ἐποίησεν, ἀλλʼ εἴ τε μικρὰ εἴ τε μεγάλα θύοι, πανταχοῦ παρῆμεν ἡμεῖς καὶ συνεθύομεν. καὶ οὐ μόνον εἰς τὰ τοιαῦτα παρεκαλούμεθα, ἀλλὰ καὶ εἰς Διονύσια εἰς ἀγρὸν ἦγεν ἀεὶ ἡμᾶς,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi