Thesauros Edebiyat Hitabet Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
20 καίτοι μὴ οἴεσθʼ ἄν, εἰ τοιαύτη τις ἦν ἡ μήτηρ ἡμῶν οἵαν οὗτοί φασι, μήτʼ ἂν τὸν πατέρα ἡμῶν γάμους ἑστιᾶν καὶ γαμηλίαν εἰσενεγκεῖν, ἀλλὰ ἀποκρύψασθαι ταῦτα πάντα, μήτε τὰς τῶν ἄλλων δημοτῶν γυναῖκας αἱρεῖσθαι ἂν αὐτὴν συνιεροποιεῖν τῇ Διοκλέους γυναικὶ καὶ κυρίαν ποιεῖν ἱερῶν, ἀλλʼ ἑτέρᾳ ἄν τινι περὶ τούτων ἐπιτρέπειν, μήτε τοὺς φράτορας εἰσδέχεσθαι ἡμᾶς, ἀλλὰ κατηγορεῖν καὶ ἐξελέγχειν, εἰ μὴ πάντοθεν ἦν ὁμολογούμενον τὴν μητέρα ἡμῶν εἶναι θυγατέρα γνησίαν Κίρωνος. νῦν δὲ τῇ περιφανείᾳ τοῦ πράγματος καὶ τῷ συνειδέναι ταῦτα πολλοὺς οὐδαμόθεν ἠμφισβητήθη τοιοῦτον οὐδέν. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.
21 Μάρτυρες
21 ἔτι τοίνυν, ὦ ἄνδρες, καὶ ἐξ ὧν ὁ Διοκλῆς ἔπραξεν ὅτε ἡμῶν ὁ πάππος ἐτελεύτησε, γνῶναι ῥᾴδιον ὅτι ὡμολογούμεθα εἶναι θυγατριδοῖ Κίρωνος. ἧκον γὰρ ἐγὼ κομιούμενος αὐτὸν ὡς θάψων ἐκ τῆς οἰκίας τῆς ἐμαυτοῦ, τῶν ἐμαυτοῦ οἰκείων τινὰ ἔχων, ἀνεψιὸν τοῦ πατρός· καὶ Διοκλέα μὲν οὐ κατέλαβον ἔνδον, εἰσελθὼν δὲ εἴσω κομίζειν οἷος ἦν, ἔχων τοὺς οἴσοντας.
22 δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτʼ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθʼ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν· δεδεημένη γὰρ εἴηεἴηReiske: ἔνι. ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.
23 καὶ ταῦτα Διοκλῆς ἀκούσας οὐδὲν ἀντεῖπεν, ἀλλὰ καὶ ἐωνῆσθαί τι τῶν εἰς τὴν ταφήν, τῶν δὲτῶν δὲBekker: τὸν δὲ. ἀρραβῶνα δεδωκέναι αὐτὸςαὐτὸςReiske: οὗτος. φάσκων, ταῦτα ἠξίου παρʼ ἐμοῦ λαβεῖν, καὶ διωμολογήσατο τῶν μὲν ἠγορασμένων τιμὴν ἀπολαβεῖν, ὧν δὲ ἀρραβῶνα ἔφασκε δεδωκέναι, συστῆσαι τοὺς λαβόντας. εὐθὺς οὖν τοῦτο παρεφθέγγετο, ὡς οὐδʼ ὁτιοῦν εἴη Κίρων καταλελοιπώς, οὐδένα λόγον ἐμοῦ πω ποιουμένου περὶ τῶν ἐκείνου χρημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi