Thesauros Edebiyat Hitabet Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
24 καίτοι εἰ μὴ ἦν θυγατριδοῦς Κίρωνος, οὐκ ἂν ταῦτα διωμολογεῖτο, ἀλλʼ ἐκείνους ἂν τοὺς λόγους ἔλεγε “σὺ δὲ τίς εἶ; σοὶ δὲ τί προσήκει θάπτειν; οὐ γιγνώσκω σε· οὐ μὴ εἴσει εἰςεἴσει εἰςBekker: εἰσίης. τὴν οἰκίαν.” ταῦτʼ εἰπεῖν προσῆκεν, ἅ περ νῦν ἑτέρους πέπεικε λέγειν. νῦν δὲ τοιοῦτον μὲν οὐδὲν εἶπεν, εἰς ἕω δὲ τἀργύριον ἐκέλευεν εἰσενεγκεῖν. καὶ ταῦτα ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
25 Μάρτυρες
25 οὐ τοίνυν ἐκεῖνος μόνος, ἀλλʼ οὐδὲ ὁ νῦν ἀμφισβητῶν τοῦ κλήρου τοιοῦτον εἶπεν οὐδέν, ἀλλʼ ὑπὸ τούτου παρασκευασθεὶς ἀμφισβητεῖ. κἀκείνου τὸ μὲν παρʼ ἐμοῦ κομισθὲν ἀργύριον οὐκ ἐθελήσαντος ἀπολαβεῖν, παρὰ τούτου δʼ ἀπειληφέναι τῇ ὑστεραίᾳ φάσκοντος, οὐκ ἐκωλυόμην συνθάπτειν ἀλλὰ πάντα συνεποίουν· οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλʼ ἐξ ὧν ἐκεῖνος κατέλιπε γιγνομένων τῶν εἰς αὐτὸν ἀναλωμάτων.
26 καίτοι καὶ τούτῳ προσῆκεν, εἰ μὴ πάππος ἦν μοι Κίρων, ὠθεῖν 〈καὶ〉καὶadd. Scheibe. ἐκβάλλειν καὶ κωλύειν συνθάπτειν. οὐδὲν γὰρ ὅμοιον ἦν μοι πρὸς τοῦτον· ἐγὼ μὲν γὰρ εἴων αὐτὸν ἀδελφιδοῦν ὄντα τοῦ πάππου ταῦτα πάντα συμποιεῖν, τούτῳ δʼ ἔμʼ οὐ προσῆκεν ἐᾶν, εἴπερ ἀληθῆ ταῦτα ἦν ἅπερ νῦν λέγειν τολμῶσιν.
27 ἀλλʼ οὕτω τῇ τοῦ πράγματος ἀληθείᾳ κατεπέπληκτο,κατεπέπληκτοM, Aldus: κατα-. ὥστʼ οὐδʼ ἐπὶ τοῦ σήματοςσήματοςPhotiades: βήματος. ἐμοῦ ποιουμένου λόγους, καὶ κατηγοροῦντος Διοκλέους ὅτι τὰ χρήματα ἀποστερῶν τοῦτόν μοι πέπεικεν ἀμφισβητεῖν, οὐκ ἐτόλμησε γρῦξαιγρῦξαιScaliger: ἐρύξαι. τὸ παράπαν οὐδὲν οὐδʼοὐδʼBekker: οὔτʼ. εἰπεῖν ἃ νῦν τολμᾷ λέγειν. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
28 Μάρτυρες
28 πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα; οὐκ ἐκ τῶν μαρτυριῶν; οἶμαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δʼ ἀπιστεῖν τοῖς τούτων λόγοις; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειε γνησίαν οὖσαν θυγατέρα Κίρωνος τὴν μητέρα τὴν ἐμήν ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi