Thesauros Edebiyat Hitabet Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
32 οὐ τοίνυν ἐκ τούτου μόνον, ἀλλὰ καὶ ἐκ τοῦ περὶ τῆς κακώσεως νόμου δῆλόν ἐστιν. εἰ γὰρ ἔζη μὲν ὁ πάππος, ἐνδεὴς δὲ ἦν τῶν ἐπιτηδείων, οὐκ ἂν οὗτος ὑπόδικοςὑπόδικοςScaliger: ἐπίδικος. ἦν τῆς κακώσεως ἀλλʼ ἡμεῖς. κελεύει γὰρ τρέφειν τοὺς γονέας· γονεῖς δʼ εἰσὶ μήτηρ καὶ πατὴρ καὶ πάππος καὶ τήθη καὶ τούτων μήτηρ καὶ πατήρ, ἐὰν ἔτι ζῶσιν· ἐκεῖνοι γὰρ ἀρχὴ τοῦ γένους εἰσί, καὶ τὰ ἐκείνων παραδίδοται τοῖς ἐκγόνοιςἐκγόνοιςBaiter-Sauppe: ἐγγόνοις. · διόπερ ἀνάγκη τρέφειν αὐτούς ἐστι, κἂν μηδὲν καταλίπωσι. πῶς οὖν δίκαιόν ἐστιν, ἐὰν μὲν μηδὲν καταλίπωσιν, ἡμᾶς ὑποδίκους εἶναι τῆς κακώσεως, ἢν μὴ τρέφωμεν, εἰ δέ τι καταλελοίπασι, τόνδʼ εἶναι κληρονόμον ἀλλὰ μὴ ἡμᾶς; οὐδαμῶς δήπουθεν.
33 πρὸς ἕνα δὲ τὸν πρῶτον τῶν συγγενῶν προσάξω, καὶ τοῦ γένους καθʼ ἕκαστον ὑμᾶς ἐρωτήσω· ῥᾷστα γὰρ οὕτω μάθοιτʼ ἄν. Κίρωνος πότερον θυγάτηρ ἢ ἀδελφὸς ἐγγυτέρω τοῦ γένους ἐστί· δῆλον γὰρ ὅτι θυγάτηρ· ἡ μὲν γὰρ ἐξ ἐκείνου γέγονεν, ὁ δὲ μετʼ ἐκείνου. θυγατρὸς δὲ παῖδες ἢ ἀδελφός; παῖδες δήπουθεν· γένος γὰρ ἀλλʼ οὐχὶ συγγένεια τοῦτʼ ἐστίν. εἰ δὴ προέχομεν ἀδελφοῦ τοσοῦτον, ἦ που τοῦδέ γʼ ὄντοςτοῦδέ γ’ ὄντοςReiske: τοῦ λέγοντος. ἀδελφιδοῦ πάμπολυ πρότεροί ἐσμεν.
34 δέδοικα δὲ μὴ λίαν ὁμολογούμενα λέγων ἐνοχλεῖν ὑμῖν δόξω· πάντες γὰρ ὑμεῖς τῶν πατρῴων, τῶν παππῴων, τῶν ἔτι περαιτέρω κληρονομεῖτε ἐκ γένους παρειληφότες τὴν ἀγχιστείαν ἀνεπίδικον,ἀνεπίδικονReiske: ἐπίδικον. καὶ οὐκ οἶδʼ εἴ τινι πρὸ τοῦπρὸ τοῦsched. *eton., Bekker: πρώτω. πώποτε τοιοῦτος ἀγὼν συμβέβηκεν. ἀναγνοὺς οὖν τὸν τῆς κακώσεως νόμον, ὧν ἕνεκα πάνταπάνταScheibe: τἆλλα. γίγνεται, καὶ ταῦτʼ ἤδη πειράσομαι διδάσκειν.
35 Νόμος

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi