Thesauros Edebiyat Hitabet Περὶ τοῦ Ἁγνίου κλήρου

Περὶ τοῦ Ἁγνίου κλήρου

Περὶ τοῦ Ἁγνίου κλήρου Isaeus ca. 420-ca. 350 B.C
47 ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε 〈ἐμοὶ〉ἐμοὶadd. Schoemann. μηδεμίαν γενέσθαι παρὰπαρὰsched. *eton.: περὶ. τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉οὐκοῦνadd. Buermann. οὐκ ἄξιον τοῖς τούτουτοῖς τούτουReiske: τούτοις τοῖς. λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτατηλικαῦταAldus: -αύτη. τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε.ἀπολαύητεAldus: -οιτε. τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων.
48 ἐμοὶ δὲ μάρτυρές ἐστε πάντες ὅτι οἱ τῆς ἐμῆς γυναικὸς ἀδελφοί, Χαιρέλεως καὶ Μακάρτατος, οὐ τῶν λῃτουργούντων ἦσαν ἀλλὰ τῶν βραχεῖαν κεκτημένων οὐσίαν. Μακάρτατον γὰρ ἴστε ὅτι τὸ χωρίον ἀποδόμενος καὶ τριήρη πριάμενος καὶ ταύτην πληρωσάμενος εἰς Κρήτην ἐξέπλευσεν· οὐ γὰρ τὸ ἔργον ἀφανὲς ἐγένετο, ἀλλὰ καὶ λόγον ἐν τῷ δήμῳ παρέσχε, μὴ πόλεμον ἡμῖν ἀντʼ εἰρήνης ἐκεῖνος πρὸς Λακεδαιμονίους ποιήσειε.
49 Χαιρέλεως δὲ τὸ Προσπαλτοῖ χωρίον κατέλιπεν, ὃ πλέον οὐκ ἂν εὕροιεὕροιReiske: εὕρητε. τριάκοντα μνῶν. συνέβη δὲ τὸν μὲν ταῦτα καταλιπόντα τελευτῆσαι πρότερον ἢ Μακάρτατον, ἐκεῖνον δὲ μετὰ ταύτης τῆς οὐσίας, ἣν ἔχων ἐξέπλευσεν· ἅπαντα γὰρ καὶ τὴν τριήρη καὶ αὑτὸν κατὰ τὸν πόλεμον ἀπώλεσε. καταλειφθέντος δὲ τοῦ Προσπαλτοῖ χωρίου καὶ γιγνομένου τῆς ἐκείνων ἀδελφῆς, ἐμῆς δὲ γυναικός, ἐπείσθην ὑπʼ ἐκείνης εἰσποιῆσαι Μακαρτάτῳ τὸν ἕτερον τῶν παίδων· οὐχ ἵνα 〈μὴ〉μὴadd. Bekker. λῃτουργοίην, εἰεἰAldus: εἰς. προσγένοιτό μοι τοῦτο τὸ χωρίον.
50 ὁμοίως γὰρ καὶ [μὴ] εἰσποιήσαντος τοῦτό γʼ ὑπῆρχεν· οὐδὲ γὰρ ἐλῃτούργουν διὰ τοῦτό γʼ ἧττον οὐδέν, ἀλλὰ καὶ τῶν εἰσφερόντων ἦν καὶ τῶν τὰ προσταττόμενα ὑμῖν ἅπαντα ποιούντων. ὁ δὲ ὡς περὶ ἀχρήστου μὲν πλουσίου δὲ ἐπὶ διαβολῇ ποιεῖται τούτους τοὺς λόγους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi