49
βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ ὁ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δʼ ἐστὶ τῶν ἀνδρῶν ὁ Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος· καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλʼ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· ὦ Ἡράκλεις, ἀλλʼ οὗτός γε τούτου οὐ πολὺ διαφέρει. ἅμα μὲν γὰρ ἡ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν.
50
ἵνα δὲ μὴ διατρίβω, πρῶτον μὲν κάλει μοι τοὺς εἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐν τῇ Μισγόλα οἰκίᾳ, ἔπειτα τὴν Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μοι λαβὲ τὴν αὐτοῦ Μισγόλα μαρτυρίαν, ἐὰν ἄρα ἐὰν ἄρα Dahms: ἵνα MSS. καὶ τοὺς θεοὺς δεδιὼς καὶ τοὺς συνειδότας αἰσχυνόμενος καὶ τοὺς ἄλλους πολίτας καὶ ὑμᾶς τοὺς δικαστὰς ἐθελήσῃ τἀληθῆ μαρτυρεῖν.
50
Μαρτυρίαι
50
[Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμοὶ ἐγένετο ἐν συνηθείᾳ Τίμαρχος ὁ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου ποτὲ καθεζόμενος, καὶ κατὰ τὴν γνῶσίν μου μου Bernardi: μοι MSS. τὴν πρότερον πρότερον Emperius: πρὸς MSS. αὐτὸν πολυωρῶν εἰς τὴν νῦν οὐ διέλιπον.]
51
εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχος οὑτοσὶ διέμεινε παρὰ τῷ Μισγόλᾳ καὶ μηκέτι ὡς ἄλλον ἧκε, μετριώτερʼ ἂν διεπέπρακτο, εἰ δή τι τῶν τοιούτων ἐστὶ μέτριον, καὶ ἔγωγε οὐκ ἂν ἐτόλμησα ἐτόλμησα Reiske: ὤκνησα MSS. αὐτὸν οὐδὲν αἰτιᾶσθαι ἄλλʼ ἄλλ’ added by Sakorraphos. ἢ ὅπερ ὁ νομοθέτης παρρησιάζεται, ἡταιρηκέναι μόνον· ὁ γὰρ πρὸς ἕνα τοῦτο πράττων, ἐπὶ μισθῷ δὲ τὴν πρᾶξιν ποιούμενος, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.