99
τὸ δʼ Ἀλωπεκῆσι χωρίον, ὃ ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα ἢ δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλʼ εἰ μή τι ἄλλο, ἐνταφῆναί γʼ γ’ added by Reiske. ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτʼ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλʼ ἅπαντας πέπρακε. καὶ ταῦθʼ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ ὁ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω.
100
ὡς δὲ καὶ ἀργύριόν τισιν ἐδάνεισεν, ὃ κομισάμενος οὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμῖν τὸν Σφήττιον, ὃς ὠφείλησε μὲν ἐκείνῳ πλείους ἢ τριάκοντα μνᾶς, ὃ δʼ ἦν ὑπόλοιπον τελευτήσαντος τοῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπτὰ μνᾶς. μνᾶς Franke: μνᾶς Τιμάρχῳ MSS. καί μοι κάλει Μεταγένην Σφήττιον. Σφήττιον Blass: τὸν Σφήττιον MSS. πασῶν δὲ πρώτην ἀνάγνωθι τὴν Ναυσικράτους μαρτυρίαν τοῦ τὴν οἰκίαν πριαμένου· καὶ τὰς ἄλλας ἁπάσας λαβὲ περὶ ὧν ἐμνήσθην ἐν τῷ αὐτῷ. τῷ αὐτῷ Sakorraphos: τῷ αὐτῷ λόγῳ MSS.
101
Μαρτυρίαι
101
ὡς τοίνυν ἐκέκτητο ὁ πατὴρ αὐτοῦ ἀργύριον οὐκ ὀλίγον, ὃ οὗτος ἠφάνικε, τοῦθʼ ὑμῖν ἐπιδείξω. φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο ἃ ἦν αὐτῷ κτήματα ἄνευ τῶν ἀρτίως εἰρημένων, χωρίον Κηφισιᾶσιν, ἕτερον ἕτερον Cobet: ἕτερον ἀγρὸν MSS. Ἀμφιτροπῆσιν, ἐργαστήρια δύο ἐν τοῖς ἀργυρείοις, ἓν μὲν ἐν Αὐλῶνι, ἕτερον δʼ ἐπὶ Θρασύλλῳ.
102
ὅθεν δὲ ταῦτʼ ηὐπόρησεν, ἐγὼ ἐρῶ. ἦσαν οὗτοι τρεῖς ἀδελφοί, Εὐπόλεμός τε ὁ παιδοτρίβης καὶ Ἀρίζηλος ὁ τούτου πατὴρ καὶ Ἀρίγνωτος, ὃς ἔτι καὶ νῦν ἔστι, πρεσβύτης διεφθαρμένος τοὺς ὀφθαλμούς. τούτων πρῶτος ἐτελεύτησεν Εὐπόλεμος, ἀνεμήτου τῆς οὐσίας οὔσης, δεύτερος δʼ Ἀρίζηλος ὁ Τιμάρχου πατήρ· ὅτε δʼ ἔζη, πᾶσαν τὴν οὐσίαν διεχείριζε διὰ τὴν ἀσθένειαν καὶ τὴν συμφορὰν τὴν περὶ τὰ ὄμματα τοῦ Ἀριγνώτου καὶ διὰ τὸ τετελευτηκέναι τὸν Εὐπόλεμον, καί τι καὶ εἰς τροφὴν συνταξάμενος ἐδίδου τῷ Ἀριγνώτῳ.