Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
145 οὐ τοίνυν ἐνταῦθα μόνον σχετλιάζων φαίνεται, ἀλλʼ οὕτως αὐτὸν ἰσχυρῶς ἐπένθησεν, ὥστε παρὰ Θέτιδος τῆς αὑτοῦ μητρὸς προακούσας ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλʼ ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν, εἵλετο τὴν τοῦ τεθνεῶτος πίστιν μᾶλλον ἢ τὴν σωτηρίαν. οὕτω δὲ μεγαλοψύχως ἠπείγετο τὸν φονέα τὸν ἐκείνου τιμωρήσασθαι, ὥστε πάντων αὐτὸν παραμυθουμένων καὶ κελευόντων λούσασθαι καὶ σῖτον προσενέγκασθαι, ἀπόμνυσι μηδὲν τούτων πράξειν, πρὶν ἂν τὴν τοῦ Ἕκτορος κεφαλὴν ἐπὶ τὸν τοῦ Πατρόκλου τάφον ἐνέγκῃ.
146 καθεύδοντος δʼ αὐτοῦ ἐπὶ τῇ πυρᾷ, ὥς φησιν ὁ ποιητής, εἴδωλον ἐφίσταται Πατρόκλου, καὶ τοιούτων ἐπεμνήσθη καὶ τοιαῦτα ἐπέσκηψε τῷ Ἀχιλλεῖ, ἐφʼ οἷς καὶ δακρῦσαι καὶ ζηλῶσαι τὴν ἀρετὴν καὶ τὴν φιλίαν ἄξιον αὐτῶν ἐστιν. ἐπισκήπτει μὲν γὰρ αὐτῷ, προειπὼν ὅτι οὐδὲ ἐκεῖνος ἀπέχει μακρὰν τῆς τοῦ βίου τελευτῆς, εἴ πως εἴη δυνατόν, προδιοικήσασθαι, ὅπως τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ ἐτράφησαν καὶ ἐβίωσαν ἐν τῷ αὐτῷ, οὕτω καὶ τελευτησάντων αὐτῶν τὰ ὀστᾶ ἐν τῇ αὐτῇ σορῷ κείσεται·
147 ὀδυρόμενος δὲ καὶ τὰς διατριβὰς διεξιὼν ἃς μετʼ ἀλλήλων ζῶντες διέτριβον, λέγει ὅτι οὐκέτι περὶ τῶν μεγίστων, ὥσπερ τὸ πρότερον, καθεζόμενοι μετʼ ἀλλήλων μόνοι ἄπωθεν τῶν ἄλλων φίλων βουλευσόμεθα, τὴν πίστιν οἶμαι καὶ τὴν εὔνοιαν ποθεινοτάτην ἡγούμενος εἶναι. ἵνα δὲ καὶ διὰ τοῦ μέτρου τὰς γνώμας ἀκούσητε τοῦ ποιητοῦ, ἀναγνώσεται ὑμῖν ὁ γραμματεὺς τὰ ἔπη τὰ περὶ τούτων ἃ Ὅμηρος πεποίηκε.
148 λέγε πρῶτον τὰ περὶ τῆς Ἕκτορος τιμωρίας. ἀλλʼ ἐπεὶ οὖν, φίλʼ ἑταῖρε, σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ, πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλήν, μεγαθύμου σεῖο φονῆος. Hom. Il. 18.333-35

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi