Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
167 τὸ μὲν γὰρ εἰς τὸν Φίλιππον τῷ λόγῳ πλημμελεῖν ἀμαθὲς μὲν καὶ ἄκαιρον, ἔλαττον δʼ οὗ μέλλω λέγειν ἁμάρτημα· ὁμολογουμένως γὰρ εἰς ἄνδρα, καίπερ οὐκ ὢν αὐτὸς ἀνήρ, τὰς βλασφημίας ποιήσεται· ὅταν δὲ ταῖς εἰς τὸν παῖδα πεπραγματευμέναις μεταφοραῖς ὀνομάτων αἰσχρὰς ὑποψίας παρεμβάλλῃ, καταγέλαστον τὴν πόλιν ποιεῖ.
168 ὡς γὰρ τὰς ἐμὰς εὐθύνας βλάπτων, ἃς ὑπὲρ τῆς πρεσβείας μέλλω διδόναι, φησί με, ὅτʼ αὐτὸς πρώην ὑπὲρ τοῦ παιδὸς Ἀλεξάνδρου διεξῄει, ὡς ἔν τῳ πότῳ ἡμῶν κιθαρίζοι καὶ λέγοι ῥήσεις τινὰς καὶ ἀντικρούσεις πρὸς ἕτερον παῖδα, καὶ περὶ τούτων ἃ δή ποτε αὐτὸς ἐτύγχανε γιγνώσκων πρὸς τὴν βουλὴν ἀπεφήνατο, οὐχ ὡς συμπρεσβευτήν, ἀλλʼ ὡς συγγενῆ τοῖς εἰς τὸν παῖδα σκώμμασιν ἀγανακτῆσαι.
169 ἐγὼ δʼ Ἀλεξάνδρῳ μὲν εἰκότως διὰ τὴν ἡλικίαν οὐ διείλεγμαι, Φίλιππον δὲ νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ· ἐὰν δʼ ὁ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς ἔργοις γένηται, οἷος νῦν ἐστιν ἐν τοῖς ἐπαγγέλμασιν, ἀσφαλῆ καὶ ῥᾴδιον τὸν καθʼ αὑτοῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δʼ ἐν τῷ βουλευτηρίῳ Δημοσθένει οὐ τὸν παῖδα ἐκθεραπεύων, ἀλλʼ ἐὰν τὰ τοιαῦτα ἀποδέχησθε, ὁμοίαν νομίζων τὴν πόλιν φανήσεσθαι τῇ τοῦ λέγοντος ἀκοσμίᾳ.
170 ὅλως δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ἔξωθεν τοῦ πράγματος ἀπολογίας μὴ προσδέχεσθε, πρῶτον μὲν τῶν ὅρκων ἕνεκα οὓς ὠμόσατε, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ παρακρουσθῆναι ὑπὸ ἀνθρώπου τεχνίτου λόγων. μικρὸν δʼ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμᾶς. Δημοσθένης γάρ, ἐπειδὴ τὴν πατρῴαν οὐσίαν ἀνήλωσε, περιῄει περιῄει περὶ MSS.: Blass brackets περὶ. τὴν πόλιν θηρεύων νέους πλουσίους, πλουσίους Cobet: πλουσίους ὀρφανούς MSS. ὧν οἱ μὲν πατέρες ἐτετελευτήκεσαν, αἱ δὲ μητέρες διῴκουν τὰς οὐσίας. πολλοὺς δʼ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθήσομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi