Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
175 μηδενὶ δὴ τρόπῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάνεθʼ ὁρᾶν εἰσεληλυθότα ἀπὸ τοῦ δικαστηρίου οἴκαδε καὶ σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ, καὶ διεξιόντα, ὡς εὖ τὸ πρᾶγμα ὑφείλετο τῶν δικαστῶν· ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρχον αἰτιῶν, ἐπέστησα φέρων ἐπὶ τὸν κατήγορον καὶ Φίλιππον καὶ Φωκέας, καὶ φόβους ἐπήρτησα τοῖς ἀκροωμένοις, ὥσθʼ ὁ μὲν φεύγων κατηγόρει, ὁ δὲ κατηγορῶν ἐκρίνετο, οἱ δὲ δικασταί, ὧν μὲν ἦσαν κριταί, κριταί Herwerden: δικασταί MSS. ἐπελάθοντο, ὧν δʼ οὐκ ἦσαν, ἦσαν Franke, Herwerden: ἦσαν κριταί MSS. περὶ τούτων ἤκουον.
176 ὑμέτερον δʼ ἐστὶν ἔργον πρὸς ταῦτα ἀντιτετάχθαι, καὶ πανταχῇ παρακολουθοῦντας μηδαμῇ παρεκκλίνειν αὐτὸν ἐᾶν, μηδὲ τοῖς ἐξαγωνίοις ἐξαγωνίοις Blass (Suidas): ἔξω τοῦ ἀγῶνος MSS. λόγοις διισχυρίζεσθαι· ἀλλʼ ὥσπερ ἐν ταῖς ἱπποδρομίαις εἰς τὸν τοῦ πράγματος αὐτὸν δρόμον εἰσελαύνετε. κἂν ταῦτα ποιῆτε, οὐ καταφρονηθήσεσθε, καὶ τὴν αὐτὴν ἕξετε γνώμην νομοθετοῦντες καὶ δικάζοντες· εἰ δὲ μή, δόξετε μελλόντων μὲν γίγνεσθαι τῶν ἀδικημάτων προαισθάνεσθαι καὶ ὀργίζεσθαι, γεγονότων δὲ οὐκέτι φροντίζειν.
177 ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, ἐὰν μὲν κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δʼ οὐκέτι. ὧν δʼ ἕνεκα ταῦτα λέγω, οὐκ ὀκνήσω πρὸς ὑμᾶς παρρησιάσασθαι. ἔσται δʼ ὁ λόγος ἐπὶ παραδείγματος. διὰ τί οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους μὲν καλῶς κεῖσθαι, τὰ δὲ ψηφίσματα εἶναι τὰ τὰ added by Sauppe. τῆς πόλεως καταδεέστερα, καὶ τὰς κρίσεις ἐνίοτε τὰς ἐν τοῖς δικαστηρίοις ἔχειν ἐπιπλήξεις;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi