Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
34 ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους ἐξήγγελτο ἐξήγγελτο Bekker: ἐξηγγέλλετο or ἐξηγγέλθη MSS. The MSS. have αὐτοῦ before or after the verb: Blass omits. ἡ τῶν ἐπαγγελιῶν ὑπερβολή. οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει ἐκ τοῦ λόγου.
35 ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τοῦτο Stephanus: τοῦτο οἴεσθαι MSS. τι πεπονθέναι, ἀλλʼ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. ὁ δʼ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδʼ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας ἐπιχειρήσας Weidner: the MSS. have λέγειν before or after ἐπιχειρήσας. ταὐτὸν ἔπαθεν. ὡς δʼ ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευσεν.
36 ἐπειδὴ δʼ ἐφʼ ἡμῶν αὐτῶν αὐτῶν Baiter and Sauppe: αὐτῶν οἱ συμπρέσβεις MSS. ἐγενόμεθα, σφόδρα σφόδρα Weidner: σφόδρα πάνυ MSS. σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνου, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων διʼ ἣν ταῦτʼ εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι.
37 ἢ μέγα φρονεῖς, ἔφη, ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις; οὕτω γὰρ ἠρέθικας Φίλιππον καὶ τοιαῦτα εἴρηκας, ἐξ ὧν οὐκ εἰρήνη γένοιτʼ ἂν ἐκ πολέμου, ἀλλʼ ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος. ἀρχομένου δʼ ἐμοῦ πρὸς ταῦτα ἀντιλέγειν, ἐκάλουν ἡμᾶς οἱ ὑπηρέται. ὑπηρέται Blass: ὑπηρέται οἱ τοῦ φιλίππου MSS.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi