Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
43 ταῦτα μέντοι, ἔφη, ὦ Κτησιφῶν, οὔτʼ ἂν σὺ πρὸς τὸν δῆμον εἴποις, οὔτʼ ἂν οὗτος, ἐμὲ δὴ λέγων, τολμήσειεν εἰπεῖν πρὸς Ἀθηναίους, ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός. ἀναισθήτως δὲ ἡμῶν ἐχόντων καὶ τὴν ἐπιβουλὴν οὐ προορωμένων, ἣν αὐτίκα ἀκούσεσθε, εἰς συνθήκην τινὰ ἡμᾶς κατέκλῃσεν ὑπὲρ τοῦ ταῦτʼ ἐρεῖν πρὸς ὑμᾶς. ἐμοῦ δὲ καὶ δέησιν ἰσχυρὰν ἐδεήθη μὴ παραλιπεῖν, ἀλλʼ εἰπεῖν, ὡς ὑπὲρ Ἀμφιπόλεώς τι καὶ Δημοσθένης εἴποι.
44 μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε· τῶν δʼ ἐπὶ τοῦ βήματος παρʼ ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω· ἀλλʼ ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδʼ ἐκείνοις ὁμοίως παρακολουθήσετε. ἐὰν δʼ ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσεσθε ἐκ τῶν ὁμολογουμένων καὶ τἀντιλεγόμενα.
45 ὡς γὰρ δεῦρʼ ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης πρὸς τοὺς συμβουλευτάς, τοὺς συμβουλευτάς Blass: τοὺς βουλεύοντας or τοὺς αὐτοὺς συμβουλευτάς MSS. καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τῇ πίστει καὶ λέγοντες καὶ τῇ πίστει καὶ λέγοντες Blass: καὶ τοῖς λόγοις καὶ τῇ πίστει λέγοντες MSS. ἦσαν ἄξιοι τῆς πόλεως.
46 ὑπὲρ ἐμοῦ δὲ εἶπέ τι τοιοῦτον, ὡς οὐ ψευσαίμην τὰς τῶν ἑλομένων με ἐπὶ τὴν πρεσβείαν ἐλπίδας. τέλος δὲ πάντων· ἔγραψε γὰρ ἡμᾶς στεφανῶσαι θαλλοῦ στεφάνῳ ἕκαστον εὐνοίας ἕνεκα τῆς εἰς τὸν δῆμον, καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. ὅτι δʼ οὐδὲν ψεῦδος εἴρηκα πρὸς ὑμᾶς, λαβέτω μοι τὸ ψήφισμα ὁ γραμματεύς, καὶ τὰς τῶν συμπρέσβεων μαρτυρίας ἀναγνώτω.
47 Ψήφισμα Μαρτυρίαι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi