Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
47 ἐπειδὴ τοίνυν ἀπηγγέλλομεν τὴν πρεσβείαν ἐν τῷ δήμῳ, εἶπε παρελθὼν πρῶτος ἡμῶν πρῶτος ἡμῶν Weidner: the MSS. have διὰ τὴν ἡλικίαν before or after these words. Κτησιφῶν ἄλλους τέ τινας λόγους καὶ τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ἐρεῖν, περί τε τῆς ἐντεύξεως τῆς Φιλίππου καὶ τῆς ἰδέας αὐτοῦ καὶ τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. καὶ μετὰ τοῦτον Φιλοκράτους εἰπόντος μικρὰ καὶ Δερκύλου, παρῆλθον ἐγώ.
48 ἐπειδὴ δὲ τὴν ἄλλην διεξῆλθον πρεσβείαν, ἀπήντησα καὶ πρὸς τὸν λόγον ὃν ἐν τοῖς συμπρέσβεσι διωμολογησάμην, εἰπὼν ὅτι καὶ μνημονικῶς καὶ δυνατῶς ὁ Φίλιππος εἴποι· καὶ τὴν δέησιν οὐκ ἐπελαθόμην τὴν Δημοσθένους, ὅτι ταχθείη λέγειν, ἐάν τι παραλίπωμεν ἡμεῖς, ὑπὲρ Ἀμφιπόλεως.
49 ἐφʼ ἅπασι δʼ ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ ἀποδεδεγμένον ἀποδεδεγμένον Scaliger: δεδεγμένον MSS. τοὺς παρʼ ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν· οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι.
50 βούλομαι δʼ ὑμῖν ἔφη καὶ ἐπιδεῖξαι, ὡς δεῖ τὸ πρᾶγμα γίγνεσθαι. ἅμα δʼ ἐκέλευσεν ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ δήμου. ἀναγνωσθέντος δὲ εἶπεν, ὅτι κατὰ τοῦτο ἐξεπέμφθημεν, καὶ ταῦτα ἐπράττομεν ἃ ἐνταυθοῖ γέγραπται. λαβὲ δή μοι καὶ τὴν ἐπιστολὴν ἣν ἥκομεν παρὰ Φιλίππου φέροντες. ἐπειδὴ δὲ ἀνεγνώσθη, ἀπέχετε ἔφη τὴν ἀπόκρισιν, καὶ λοιπὸν ὑμῖν ἐστι βουλεύσασθαι.
51 θορυβησάντων δʼ ἐπʼ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, σκέψασθε δὲ ἔφη ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς δεινὸς Auger: μνημονικὸς καὶ δεινὸς MSS. εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλʼ οὐκ ἐμοί, ἀλλʼ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη. ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δʼ οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi