60
ἀνάγνωθι δὴ καὶ τὸ τῶν συμμάχων δόγμα τί λέγει, ἐν ᾧ διαρρήδην γέγραπται, ἐπειδὴ βουλεύεται ὁ δῆμος ὁ Ἀθηναίων ὑπὲρ εἰρήνης πρὸς Φίλιππον, οἱ δὲ πρέσβεις οὔπω πάρεισιν, οὓς ἐξέπεμψεν ὁ δῆμος εἰς τὴν Ἐλλάδα παρακαλῶν τὰς πόλεις ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων, δεδόχθαι τοῖς συμμάχοις, ἐπειδὰν ἐπιδημήσωσιν οἱ πρέσβεις καὶ τὰς πρεσβείας ἀπαγγείλωσιν Ἀθηναίοις καὶ τοῖς συμμάχοις, προγράψαι τοὺς πρυτάνεις ἐκκλησίας δύο κατὰ τὸν νόμον, ἐν δὲ ταύταις βουλεύσασθαι περὶ τῆς εἰρήνης Ἀθηναίους· ὅ τι δʼ ἂν ψηφίσηται ψηφίσηται Cobet: βουλεύσηται MSS. ὁ δῆμος, τοῦτʼ εἶναι κοινὸν δόγμα τῶν συμμάχων. ἀνάγνωθι δή μοι τὸ τῶν συνέδρων δόγμα.
61
Δόγμα Συνέδρων
61
παρανάγνωθι δή μοι καὶ τὸ Δημοσθένους ψήφισμα, ἐν ᾧ κελεύει τοὺς πρυτάνεις μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει καὶ τὴν ἐν Διονύσου ἐκκλησίαν προγράψαι δύο ἐκκλησίας, τὴν μὲν τῇ ὀγδόῃ ἐπὶ δέκα, τὴν δὲ τῇ ἐνάτῃ, ἐνάτῃ Cobet: ἐνάτῃ ἐπὶ δέκα MSS. ὁρίζων τὸν χρόνον καὶ προϋφαιρῶν τὰς ἐκκλησίας, πρὶν ἐπιδημῆσαι τοὺς ἀπὸ τῶν Ἑλλήνων πρέσβεις. καὶ τὸ μὲν τῶν συμμάχων δόγμα κελεύει, ᾧ συνειπεῖν καὶ ἐγὼ ὁμολογῶ, ὑπὲρ εἰρήνης μόνον ὑμᾶς βουλεύσασθαι, Δημοσθένης δὲ καὶ περὶ συμμαχίας κελεύει. λέγε αὐτοῖς τὸ ψήφισμα.
62
Ψήφισμα
62
τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἀκηκόατε, The MSS. have ὦ Ἀθηιαῖοι before or after the verb: Weidner omits. ὑφʼ ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι ἀναμεῖναι Cobet: the MSS. have ἀναμεῖναι τὴν πόλιν (one has τῇ πόλει). τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον κεκώλυκε περιμεῖναι, ὁ πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλʼ ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.