Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
87 οὐκ οὖν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἴ τις κατʼ ἀνδρὸς πολίτου, οὐχ ἑαυτοῦ, ἀλλʼ ὑμετέρου, τοῦτο γὰρ προδιορθοῦμαι, τολμᾷ τηλικαῦτα καταψεύδεσθαι, κινδυνεύοντος ὑπὲρ τοῦ σώματος; ἢ πῶς οὐκ εἰκότως οἱ πατέρες ἡμῶν ἐν ταῖς φονικαῖς δίκαις ταῖς ταῖς added by Scaliger. ἐπὶ Παλλαδίῳ κατέδειξαν, τέμνοντα τὰ τόμια τὸν νικῶντα τὸν νικῶντα Scaliger: τοὺς νικῶντας MSS. τῇ ψήφῳ ἐξορκίζεσθαι, καὶ τοῦτο ὑμῖν πάτριόν ἐστιν ἔτι καὶ νῦν, τἀληθῆ καὶ τὰ δίκαια ἐψηφίσθαι ἐψηφίσθαι Scaliger: ψηφίζεσθαι (or ἐψηφίσθη ) MSS. τῶν δικαστῶν ὅσοι τὴν ψῆφον ἤνεγκαν αὐτῷ, καὶ ψεῦδος μηδὲν εἰρηκέναι, εἰ δὲ μή, ἐξώλη αὐτὸν εἶναι ἐπαρᾶσθαι καὶ τὴν οἰκίαν τὴν αὑτοῦ, τοῖς δὲ δικασταῖς εὔχεσθαι πολλὰ καὶ ἀγαθὰ εἶναι; καὶ μάλα ὀρθῶς καὶ πολιτικῶς, ὦ ἄνδρες Ἀθηναῖοι·
88 εἰ γὰρ μηδεὶς ἂν ὑμῶν ἑαυτὸν ἀναπλῆσαι φόνου δικαίου βούλοιτο, ἦ που ἀδίκου γε φυλάξαιτʼ ἄν, τὴν ψυχὴν ἢ τὴν οὐσίαν ἢ τὴν ἐπιτιμίαν τινὸς ἀφελόμενος, ἐξ ὧν αὑτοὺς ἀνηρήκασί τινες, οἱ δὲ καὶ δημοσίᾳ ἐτελεύτησαν. ἆρʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοίητʼ ἄν μοι συγγνώμην, εἰ κίναιδον αὐτὸν προσειπὼν καὶ μὴ καθαρεύοντα τῷ σώματι, μηδʼ ὅθεν τὴν φωνὴν ἀφίησιν, ἔπειτα τὸ λοιπὸν μέρος τοῦ κατηγορήματος τοῦ περὶ Κερσοβλέπτην ἐπʼ αὐτοφώρῳ δείξαιμι ψεῦδος ὄν;
89 κάλλιστον γὰρ οἶμαι πρᾶγμα καὶ χρησιμώτατον τοῖς διαβαλλομένοις παρʼ ὑμῖν γίγνεται· καὶ γὰρ τοὺς χρόνους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἐπιψηφίσαντας ἐν τοῖς δημοσίοις γράμμασι τὸν ἅπαντα χρόνον φυλάττετε. εἴρηκε δὲ οὗτος πρὸς ὑμᾶς, παρὰ τοῦτο διαφθαρῆναι τὰ Κερσοβλέπτου πράγματα, ὅτι τῆς πρεσβείας ὢν ἡγεμὼν ἐγὼ καὶ κατευημερηκὼς παρʼ ὑμῖν, αὐτοῦ κελεύοντος εἰς Θρᾴκην ἡμᾶς ἰέναι Κερσοβλέπτου πολιορκουμένου, καὶ διαμαρτύρασθαι Φιλίππῳ ταῦτα μὴ ποιεῖν, οὐκ ἠθέλησα, ἀλλʼ ἐκαθήμην ἐν Ὠρεῷ, καὶ οἱ συμπρέσβεις, προξενίας κατασκευαζόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi